1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

54

ἀπατῆσαι, σφοδρότερος κατ' αὐτοῦ καὶ ἰσχυρότερος γίνεται, εἰ μὴ διὰ προσευχῆς καὶ ἀποχῆς ἀργολογίας, καὶ μελέτης τῶν θείων λογίων, καὶ τῆς ἐν τοῖς πειρασμοῖς ὑπομονῆς. Ἐὰν γὰρ μὴ τούτοις τοῖς ὅπλοις ἠσφαλισμένον αὐτὸν εὕρῃ, κατατοξεύσας τοῖς ἑαυτοῦ βέλεσιν, ἄστατον αὐτὸν ἀναδείκνυσι, καὶ ῥεμβὸν ἀποτελεῖ, καὶ ῥᾴθυμον, καὶ ἀεργὸν, καὶ μοναστήρια περιέρχεσθαι παρασκευάζει, καὶ οὐδενὸς 95.1213 ἄλλου φροντίζειν, εἰ μή που πότοι γίνονται. Λοιπὸν ἐκ τούτου καὶ εἰς κοσμικὰ αὐτὸν πράγματα ἐνδεσμεῖ, ὡς ἂν αὐτὸν καὶ αὐτοῦ τοῦ μοναδικοῦ ἐπαγγέλματος τελείως ἐκβάλλῃ. Ταύτην τὴν νόσον βαρυτάτην οὖσαν ὁ θεῖος Ἀπόστολος γράφων Θεσσαλονικεῦσι, τάδε φησί· Παραγγέλλομεν ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος. Αὐτοὶ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς. ∆ωρεὰν ἄρτον οὐκ ἐφάγομεν παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ ἐργαζόμενοι νυκτὸς καὶ ἡμέρας, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ' ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Καὶ γὰρ ὅτε ἤμην πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἠκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους. Παραγγέλλομεν οὖν ὑμᾶς ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτοῦ ἄρτον ἐσθίωσιν. Ἀτάκτους γὰρ ὁ Ἀπόστολος καλεῖ τοὺς μὴ ἐργαζομένους. Ὁ γὰρ ἄτακτος, καὶ ἀνευλαβὴς τυγχάνει, καὶ προπετὴς περὶ λόγον, καὶ εἰς λοιδορίαν πρόχειρος, καὶ εἰς ἡσυχίαν ἀνεπιτήδειος, καὶ τῆς ἀκηδίας δοῦλος. Παραγγέλλει οὖν στέλλεσθαι ἀπ' αὐτοῦ, τουτέστιν ἀφορίζεσθαι ὡς ἀπὸ λοιμικῆς νόσου. ∆ωρεὰν ἄρτον οὐκ ἐφάγομεν παρά τινος, ἀλλὰ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα. Ὁ διδάσκαλος τῶν ἐθνῶν, ὁ κῆρυξ τοῦ Εὐαγγελίου, ὁ μετάρσιος ἕως τρίτου οὐρανοῦ, ὁ λέγων τὸν Κύριον προστεταχέναι τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν, εἶτα σαφέστερον δεικνύων τὴν τικτομένην βλάβην· ἀπὸ γὰρ ἀργίας περιεργία, καὶ ἀπὸ περιεργίας ἀταξία, καὶ ἀπὸ ἀταξίας, πᾶσα κακία· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Οὐ μόνον γὰρ τῆς ἑαυτῶν χρείας ἕνεκεν ἐργάζονται, ἀλλὰ καὶ ξένοις, καὶ πτωχοῖς, καὶ τοῖς ἐν φυλακαῖς ἐκ τοῦ ἰδίου ἔργου αὐτῶν ἐπιχορηγοῦσι, πιστεύοντες τὴν τοιαύτην εὐποιΐαν θυσίαν ἁγίαν εὐπρόσδεκτον τῷ Θεῷ γίνεσθαι. Καὶ τοῦτο δὲ λέγουσιν οἱ Πατέρες, ὅτι ὁ ἐργαζόμενος ἑνὶ δαίμονι πολλάκις πολεμεῖ, καὶ ὑπ' αὐτοῦ θλίβεται· ὁ δὲ ἀεργὸς ὑπὸ μυρίων πνευμάτων αἰχμαλωτίζεται. -Ὁ ἀκηδιαστὴς μισεῖ μὲν τὰ παρόντα, ἐπιθυμεῖ δὲ τὰ μὴ παρόντα.

ΤΙΤΛ. Κ∆ʹ. -Περὶ ἄφρονος, καὶ ἀνοήτου, καὶ ἀπαιδεύτου, καὶ μωροῦ.

Ἑώρακα ἄφρονας ῥίζας βάλλοντας, ἀλλ' εὐθὺς ἡ δίαιτα αὐτῶν ἐβρώθη. Ἄτιμοι καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἱ δὲ ῥίζας ξύλων ἐμασσῶντο ἀπὸ λιμοῦ μεγάλου. Ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. 95.1216 Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. Ἐκ στόματος ἄφρονος βακτηρία ὕβρεως. Ἵνα τί ὑπῆρχε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δύναται. Ἄφρων αὐθήμερον ἐξαγγέλλει ὀργὴν αὐτοῦ. Ὁ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν. Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶται ἡ καρδία αὐτοῦ. Στόμα ἀφρόνων ἀναγγελεῖ κακά. Ἄφρων μαστιγωθεὶς οὐκ αἰσθάνεται. Οὐ συμφέρει ἄφρονι τρυφή. Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ. Ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς ἑαυτῷ. Ἀπαιδεύτοις συναντᾷ θάνατος. Οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ. Βαρὺς λίθος, καὶ δυσβάστακτος ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων. Οἱ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταὶ, ἀσεβεῖς γενόμενοι, ἐμίσησαν αἴσθησιν. Ἄνους ὑπὸ παγίδος θανεῖται. Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται