1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

15

καὶ ὀλιγάκις, οὐδὲ ὅστις ταπεινῶς προσαγορεύει τὸν ἀτιμότερον, ἀλλ' ὅστις περὶ Θεοῦ μετρίως φθέγγεται· καὶ τὰ μὲν εἰπεῖν οἶδεν, τὰ δὲ κατέχειν, τῶν δὲ ὁμολογῆσαι τὴν ἄγνοιαν· καὶ παραχωρεῖται τοῦ λόγου τῷ πιστευθέντι, καὶ εἶναί τινα πνευματικώτερον δέχεται, καὶ διαβεβηκότα μᾶλλον ἐν θεωρίᾳ. Φύσει μὲν ἅπας λόγος σαθρὸς, καὶ εὐκίνητος, καὶ διὰ τὸν ἀντίμαχον λόγον ἐλευθερίαν οὐκ ἔχων. Ὁ δὲ περὶ Θεοῦ, τοσούτῳ μᾶλλον, ὅσῳ μεῖζον τὸ ὑποκείμενον, καὶ ὁ ζῆλος πλείων, καὶ ὁ κίνδυνος χαλεπώτερος. Καὶ τί φοβηθέντες, τί θαῤῥήσομεν; νοῦν ἢ λόγον, ἢ ἀκοήν; ἐν τρισὶ τούτοις κινδύνου σαλεύοντος. Καὶ γὰρ νοῆσαι χαλεπὸν καὶ ἑρμηνεῦσαι ἀμήχανον, καὶ ἀκοῆς κεκαθαρμένης τυχεῖν ἐργωδέστερον. Τίς φθόνος ἐπαινετῆς ἀναβάσεως; Καὶ τί πτῶμα τοιοῦτον, οἷον ἐπάρσει περιπαρῆναι, καὶ μὴ γνῶναι τῆς ἀνθρωπίνης ἀναβάσεως τὴν ταπείνωσιν, καὶ ὅσον 95.1085 ἔτι λείπεται τοῦ ἀληθινοῦ ὕψους ὁ πάντων ἀνώτερος; Κρεῖσσον καμεῖν ἐν τοῖς λογισμοῖς μετὰ τῆς ὁδηγίας τοῦ Πνεύματος, ἢ προχείρως ἀσεβεῖν τὴν ῥᾳστώνην διώκοντα. Οὔτε ἀέρα ἔπνευσέ τις ὅλον πώποτε, οὔτε οὐσίαν παντελῶς Θεοῦ, ἢ νοῦς ἐχώρησεν, ἢ φωνὴ περιέλαβεν. Ἄλλη μὲν τοῖς ἐκκεκαθαρμένοις παντελῶς τὴν διάνοιαν ἁρμόζει ἡ θεολογία, ἡ μάλιστα ἀληθής· ἄλλη δὲ τοῖς πολλοῖς, ἡ δυναμένη τὴν διάνοιαν αὐτῶν εἰς εὐσέβειαν ἐκκαλεῖσθαι καὶ δικαιοπραγίαν ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ, ἀπαλλάττουσα τοῦ θηριώδους βίου. Τί ποτε ἄρα ἐστὶ τὸ φῶς, ᾧ τὸ ζοφῶδες τοῦτο τῆς ἀνθρωπίνης φύσεως σπήλαιον ἐν τῷ παρόντι βίῳ οὐκ ἀπαυγάζεται; Ἢ τάχα πρὸς ἀνήνυστον, καὶ ἀκατάληπτον ἡ ἐπιθυμία βλέπει; Τίς γὰρ ἐν ἡμῖν λόγος τοιοῦτος, ὡς ἀνιχνεῦσαι τοῦ ζητουμένου τὴν φύσιν; Τίς ἐξεύροι ὀνομάτων τε καὶ ῥημάτων σημασίαν τοιαύτην, ὡς ἀξίαν ἡμῖν ἔννοιαν τοῦ ὑπερκειμένου φωτὸς ἐμποιεῖσθαι; Πῶς ὀνομάσω τὸ ἀθάνατον; πῶς παραστήσω τὸ ἄϋλον; πῶς δὲ δείξω τὸ ἀειδές; πῶς διαλάβω τὸ ἀμέγεθες, τὸ ἄποσον, τὸ ἄποιον, τὸ ἀσχημάτιστον, τὸ μήτε τόπῳ, μήτε χρόνῳ εὑρισκόμενον, τὸ ἐξώτερον παντὸς πειρασμοῦ καὶ πάσης ὁριστικῆς φαντασίας; οὗ ἔργον ζωὴ, καὶ ἡ πάντων τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων ὑπόστασις; Ἀλλ' ὡς μὴ μάτην ὁ λόγος κάμῃ, τοῖς ἀχωρήτοις ἑαυτὸν ἐπεκτείνων· ἀμήχανον γὰρ ὑπὸ κατάληψιν τοῦτο ἐλθεῖν· πολυπραγμονοῦντες παυσώμεθα, τοσοῦτον μόνον ἐκ τῶν ζητηθέντων κερδάναντες, ὅσον δι' αὐτῶν ἔννοιάν τινα μεγέθους ἄφραστον ἀνατυπώσασθαι. Ὅσον δὲ τῆς γνώσεως ἡμῶν ὑψηλότερον εἶναι τὸ ἀγαθὸν τῇ φύσει πιστεύομεν, τοσοῦτον μᾶλλον τὸ πένθος ἑαυτοῖς ἐπιτείνομεν· ὅτι τούτου τοῦ ὑπεραίροντος πᾶσαν δύναμιν καταληπτικὴν ἐν μετουσίᾳ ποτὲ ἦμεν οἱ ἄνθρωποι. Ἀκράτητος καὶ οὐρανοδρόμος ἡ θεία φύσις, ἀνέφικτος τοῖς διώκουσιν, ἐγγίζουσα τοῖς πιστεύουσιν. Ἀνθρώπιναι λέξεις Θεοῦ οὐσίαν ἑρμηνεῦσαι οὐ δύνανται. Ἔστιν ὅτε καὶ θεολογεῖν ἐπιχειροῦσιν, ὅπου καὶ ἡ ἀλήθεια ἀνέφικτος, καὶ ὁ στοχασμὸς ἐπικίνδυνος. Εἰ ζητεῖς Θεὸν, ὦ διάνοια, ἐξελθοῦσα ἀπὸ σαυτῆς ἀναζήτει.

Τίτλ. ∆. -Περὶ ἀγάπης καὶ φόβου Θεοῦ· καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν. Ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἀβραὰμ ἐξ οὐρανοῦ, καὶ εἶπεν αὐτῷ· Ἀβραάμ.

Ὁ δὲ εἶπεν· Ἰδοὺἐγώ. Εἶπε δέ· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παι 95.1088 δάριόν σου, μηδὲ ποιήσῃς αὐτῷ μηθέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος ὁ Θεὸς ἀπαιτεῖ παρὰ σοῦ, ἀλλ' ἢ φοβεῖσθαι αὐτὸν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ; Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς δυνάμεώς σου. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ. Ἀρχὴ σοφίας, φόβος Κυρίου. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Καθήλωσον ἐκ τοῦ