1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

35

αὐτόν. Ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ· καὶ αἱ χεῖρές σου ἔσονται ἐπ' αὐτὸν ἐν πρώτῳ ἀποκτεῖναι αὐτὸν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ σου ἐπ' ἐσχάτων. ∆ιὰ τὴν ἀσέβειαν τῆς καρδίας τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς πρὸ προσώπου σου· οὐ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου, σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀνομίαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύει αὐτοὺς πρὸ προσώπου σου. 95.1149 Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. Ἵνα μὴ ἀπολέσῃ ἁμαρτωλὸς τὸν ἀναμάρτητον, οὐ μὴ θελήσῃ ὁ Θεὸς εὐιλατεῦσαι αὐτῷ· ἀλλ' ἐκκαυθήσεται ὀργὴ Κυρίου, καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ. Ἐξολοθρεύσατε τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς παγίδας, καὶ εἰς σκάνδαλα, καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν· ὅτι οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν. Καὶ ἔσται, τὸν τρόπον ηὐφράνθη Κύριος ἐν ὑμῖν τοῦ εὖ ποιῆσαι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφ' ὑμῖν, ἐξολοθρεῦσαι ὑμᾶς. Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια. Ἐγένετο λόγος Κυρίου πρὸς Βασσὰ λέγων· Ἀνθ' ὧν ὕψωσά σε ἐπὶ τῆς γῆς, καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου, καὶ ἐπορεύθης ἐν ὁδῷ Ἱεροβοὰμ, καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ἰσραὴλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω σου, καὶ ὀπίσω τοῦ οἴκου σου κακά· καὶ δώσω τὸν οἶκόν σου, ὡς τὸν οἶκον Ἱεροβοάμ. Τὸν τεθνηκότα τοῦ Βασσὰ ἐν τῇ πόλει, καταφάγονται οἱ κύνες· καὶ τὸν τεθνηκότα ἐν τῷ πεδίῳ, τὰ πετεινὰ τοῦ οὐρανοῦ. Εὐφροσύνη ἀσεβῶν πτῶμα ἐξαίσιον· χαρμονὴ δὲ παρανόμων ἀπώλεια. Ἐὰν ἀνέβη εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτῶν νεφῶν ἅψηται· κἂν δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἐστιν; Θυμὸς ἐπὶ ἁμαρτωλοὺς ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη. Οἱ σπείροντες τὰ ἄτοπα, ὀδύνας θερίσουσιν. Ἀπὸ δὲ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. Πρὸ προσώπου ἀσεβοῦς τίς ἔπηξεν; Φῶς ἀσεβῶν σβεσθήσεται. Πρόσωπα ἀσεβῶν ἀτιμίας ἐμπλησθήσεται. Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι· ὅταν δοκῇ εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. Ἐλπὶς ἀσεβοῦς ἀπολεῖται· ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος. Ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. Ἡμέρα ὀργῆς ἐπέλθῃ αὐτῷ. Ἀσεβῶν λύχνος σβεσθήσεται. Ἐλεύσεται δὲ αὐτοῖς ἡ καταστροφὴ, καὶ ἔσονται ὥσπερ ἄχυρα ἀπὸ ἀνέμου. Ὀφθαλμοὶ ἀσεβῶν τακήσονται. Ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια. Ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ἐλασσονοῦσι φυλὰς ἁμαρτίαι. Παρανομίαι ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτῶν ἁμαρτιῶν ἕκαστος σφίγγεται. 95.1152 Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμένουσι. Συντελεσθήσεται δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ τοῦ πονηροῦ. Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ' ἤχου. Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι. Θάνατος ἁμαρτωλῶν πονηρὸς, καὶ οἱ μισοῦντες τὸν δίκαιον. Οἱ ἐχθροὶ Κυρίου ἅμα τοῦ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον. Κρῖνόν με ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους. Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς ἀνομίαν; ὅλην τὴν ἡμέραν. Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας· ἐπλανήθησαν. Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν· τὰς χεῖρας, κ. τ. λ. Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους. Ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπολοῦνται. Ἀνταποδώσει Κύριος κατὰ τὴν ἀνομίαν αὐτῶν· καὶ κατὰ, κ. τ. λ. Ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι. Ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται. Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματα, κ. τ. λ. Πάντας τοὺς ἁμαρτωλοὺς