1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

88

πρὸς κακίαν γυναικός· κλῆρος ἁμαρτωλοῦ ἐπιπεσεῖ ἐπ' αὐτήν. Ἀνάβασις ἀμμώδης ἐν ποσὶ πρεσβυτέρου, οὕτω γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. Ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι' αὐτῆς ἀποθνήσκομεν πάντες. Μὴ δῷς γυναικὶ πονηρᾷ παῤῥησίαν. Ὀργὴ μεγάλη γυνὴ μέθυσος. Πορνεία γυναικὸς ἐν μετεώροις ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται. Κρείσσων πονηρία ἀνδρὸς, ἢ ἀγαθοποιὸς γυνή. Ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς. Ἁμαρτήματα γυναικῶν, ἀνδρῶν ἀπαιδευσία. Γυνὴ φιλόπλουτος, συνοικοῦσα ἀνδρὶ ὁμόφρονι, διπλάσιος νόσος. Τάς τε γὰρ τρυφὰς ἀναφλέγει καὶ 95.1324 τὰς φιληδονίας αὔξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, τινὰς ἐπινοοῦσα μαργαρίτας, καὶ σμαράγδους, καὶ ὑακίνθους, καὶ χρυσόν· τὸν μὲν χαλκεύουσα, τὸν δὲ ὑφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα. Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδὴ, ἀλλὰ καὶ νύκτες, καὶ ἡμέραι τὰς περὶ τούτων μερίμνας ἔχουσι· καὶ μυρίοι τινὲς κόλακες ταῖς ἐπιθυμίαις αὐτῶν ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, χρυσοχόους, τοὺς μυρεψοὺς, τοὺς ὑφάντας, τοὺς ποικιλτάς· οὐδένα καιρὸν ἀναπνεῖν τῷ ἀνδρὶ δίδωσιν ἐκ τῶν συνεχῶν αὐτῆς ἐπιταγμάτων. Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος, οὐδ' ἂν ἐκ ποταμῶν ἐπιῤῥέῃ. Σπουδάζεται μὲν παρ' αὐταῖς τὸ βαρβαρικὸν μῦρον, ὡς τὸ ἐξ ἀγορᾶς ἔλαιον, τὰ δὲ ἐκ θαλάσσης ἄνθη, ἡ κόχλος, ἡ πίννα, ὑπὲρ τὸ ἐκ τῶν προβάτων ἔριον. Χρυσὸς δὲ περισφίγγων τοὺς βαρυτίμους τῶν λίθων, ὁ μὲν αὐταῖς προμετώπιος γίνεται κόσμος, ὁ δὲ περιαυχένιος, καὶ ἄλλος ἐν ζώναις, καὶ ἄλλος τὰς χεῖρας δεσμεῖ, καὶ τοὺς πόδας. Χαίρουσι γὰρ αἱ φιλόχρυσοι δεδεμέναι ταῖς χειροπέδαις, μόνον ἐὰν χρυσὸς ὁ δεσμῶν αὐτὰς ᾖ. Πότε οὖν ψυχῆς ἐπιμελήσεται ὁ γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος; Ὥσπερ γὰρ τὰ ὑπόσαθρα τῶν πλοίων καταιγίδες καὶ ζάλαι, οὕτως αἱ πονηραὶ τῶν γυναικῶν διαθέσεις, τὰς ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσιν. Γυναῖκες ἀκόλαστοι ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθέζεσθαι ἐν τοῖς οἴκοις, καὶ ἔννοιαν λαμβάνειν τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ἀνοιγήσονται μὲν οἱ οὐρανοὶ, ἐπιφανήσεται δὲ ἡμῖν ὁ κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀνταπόδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ, ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ καθαίρειν μὲν ἑαυτῶν τὰς καρδίας ἀπὸ πονηρῶν ἐνθυμήσεων, ἐξαλείφειν δὲ τοῖς δάκρυσι τὰ προημαρτημένα, ἑτοιμάζεσθαι πρὸς τὴν ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ἀποσεισάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, ῥίψασαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς ἀσχημοσύνης καλύμματα, καταφρονήσασαι τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, καταναισχυντήσασαι πάσης ὄψεως ἄῤῥενος, σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, ὀφθαλμῷ ἀσελγεῖ, γέλωτι ἐκκεχυμένῳ πρὸς ὄρχησιν, πᾶσαν νέων ἀκολάσιαν ἐφ' ἑαυτὰς προσκαλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως μαρτυρίοις χοροὺς συστησάμεναι, ἐργαστήριον τῆς οἰκείας ἀσχημοσύνης, αὐτῶν τοὺς ἡγιασμένους τόπους πεποίηνται· ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις ποσὶν, ἣν ἐν ταῖς ὀρχήσεσιν κατεκρότησαν, θέατρον ἑαυταῖς νεανίσκων ὄχλον περιστησάμεναι, σοβάδες ὄντως, καὶ παραφόρου παντελῶς μανίας οὐδεμίαν ὑπερβολὴν καταλείπουσαι. Ταῦτα μὲν πῶς σιωπήσω; πῶς δὲ κατ' ἀξίαν ὀδύρωμαι; Οἶνος 95.1325 ἡμῖν τῶν ψυχῶν τούτων τὴν ζημίαν ἐποίησεν· οἶνος τὸ παρὰ Θεοῦ δῶρον εἰς παραμυθίαν τῆς ἀσθενείας δεδομένον τοῖς σωφρονοῦσιν, ὅπλον δὲ νῦν γενόμενον ἀκολασίας τοῖς ἀσελγαίνουσιν. Οὐδὲν τοίνυν ἐφάμιλλον γυναικὸς πονηρᾶς. Τί λέοντος δεινότερον ἐν τετράποσιν; οὐδέν. Τί δὲ ὠμότερον δράκοντος ἐν ἑρπετοῖς; ἀλλ' οὐδέν· πλὴν γυναικὸς πονηρᾶς. Καὶ λέων, καὶ δράκων ἐλάττω τυγχάνουσι. Μαρτυρεῖ μοι τῷ λόγῳ ὁ σοφώτατος Σολομὼν λέγων· Συνοικῆσαι