1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

73

ἁμαρτίας, παλιγγενεσία ψυχῆς, ἔνδυμα φωτεινὸν, σφραγὶς ἀνεπιχείρητος, ὄχημα πρὸς οὐρανὸν, βασιλείας πρόξενον, υἱοθεσίας χάρισμα. Τοσούτων ἀγαθῶν καὶ τηλικούτων, ἄθλιε, προτιμωτέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρθεσιν· κἂν περιστέλλῃς τοῖς ῥήμασιν. Αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς. Ἔασον ἀποχρήσωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ 95.1276 τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι, καὶ τότε τὸ βάπτισμα, ὅταν λήξω τῶν κακῶν, ὑποδέξομαι. Τίς δέ σοι καὶ τὸν ὅρον τῆς ζωῆς ἔπηξεν; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισεν; τίς οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἁρπαζόμενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὸ βάπτισμα; ὅτε οὔτε φθέγξασθαι δυνήσῃ τὰ σωτήρια ῥήματα, τάχα δὲ [οὐδὲ] ἀκοῦσαι καθαρῶς· οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ συνθέσθαι Χριστῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ οὐδὲ συνετῶς ἐπακοῦσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, Ἆρα ᾔσθετο τῆς χάριτος, ἢ ἀναισθήτως ἔχει τῶν γενομένων; ὅταν δὲ καὶ ἐπιστημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρεις. Ὥσπερ οὐκ ὄντας ὑπέστησεν, οὕτως ὑποστάντας ἀνέπλασεν, πλάσιν θειοτέραν τε καὶ τῆς πρώτης ὑψηλοτέραν· ἣ τοῖς μὲν ἀρχομένοις ἐστὶ σφραγὶς, τοῖς δὲ τελειοτέροις τὴν ἡλικίαν χάρισμα, καὶ τῆς παθούσης εἰκόνος διὰ τὴν κακίαν ἐπανόρθωσις, ἵνα μὴ τῇ ἀπογνώσει χείρους γενόμενοι, καὶ ἀεὶ πρὸς τὸ χεῖρον καταφερόμενοι, τελείως ἔξω τοῦ καλοῦ καὶ τῆς ἀρετῆς πίπτωμεν. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς εἰκόνος· μὴ τῶν ἁμαρτημάτων ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρθωσις· μὴ τὸν προλαβόντα βόρβορον ἀποκλυζέτω μόνον, ἀλλὰ καὶ τὴν πηγὴν καθαιρέτω· μὴ τὸ καλῶς κτᾶσθαι τυπούτω μόνον, ἀλλὰ καὶ τὸ καλῶς ἀποκτᾶσθαι, ἢ τόγε κουφότατον, τὸ κακῶς κτηθὲν ἀποτίθεσθαι. Τί γὰρ ὄφελος, σοὶ μὲν συγχωρηθῆναι τὴν ἁμαρτίαν, τῷ δὲ ἠδικημένῳ μὴ λυθῆναι τὴν παρὰ σοῦ ζημίαν; δύο σοι κακῶν ὄντων, τοῦ τε κτήσασθαι μὴ δικαίως, καὶ τοῦ τὸ κτηθὲν κατέχεσθαι, τοῦ μὲν ἄφεσιν ἔλαβες, τὸ δὲ σήμερον ἀδικεῖς. Σήμερον γάρ ἐστι παρὰ σοὶ τὸ ἀλλότριον, καὶ οὐκ ἀνῃρέθη τὸ ἁμάρτημα, τῷ χρόνῳ δὲ διεκόπη· τὸ μὲν πρὸ τοῦ βαπτίσματος τολμηθὲν, τὸ δὲ μένον μετὰ τὸ βάπτισμα. Τῶν γὰρ ἡμαρτημένων, οὐ τῶν ἁμαρτανομένων, τὸ λουτρὸν ἔχει συγχώρησιν. ∆εῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν, ἀλλ' ἐνσημανθῆναι· λαμπρυνθῆναί σε τελείως, ἀλλὰ μὴ χρωσθῆναι· μηδὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν, ἀλλὰ ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα. Εὐλογητὸς ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια μόνος. ὁ ποιῶν πάντα, καὶ κατασκευάζων αὐτά. Οἱ χθὲς αἰχμάλωτοι, νῦν ἐλεύθεροι, καὶ πολῖται τῆς Ἐκ 95.1277 κλησίας. Οἱ πρώην ἐν αἰσχύνῃ ἁμαρτημάτων, νῦν ἐν παῤῥησίᾳ δικαιοσύνης. Εἰ τὸ εἰδέναι τὸν Θεὸν ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ ἔχει, τὸ υἱὸν γενέσθαι Θεοῦ ὑπὲρ εὐκληρίαν ἐστὶ πᾶσαν. Ὁ γὰρ Θεοῦ υἱὸς ἀξιωθεὶς γενέσθαι, ἕξει πάντως τοῦ Πατρὸς τὸ ἀξίωμα. Ὑπὲρ εὐχὴν δὲ ἡ ἐπιτυχία· ὑπὲρ ἐλπίδα δὲ τὸ δῶρον· ὑπὲρ φύσιν ἡ χάρις. -Βαπτίζεται ἁγίῳ Πνεύματι, ὁ διὰ πάσης νοήσεως, καὶ λόγων, καὶ πράξεων ἁγιαζόμενος, καὶ ὢν πνευματικός. Ὡς γὰρ ὁ εἰς ὕδωρ βαπτιζόμενος, ὅλως ὑγραίνεται, οὕτως ὁ ἐν ἁγίῳ Πνεύματι βαπτιζόμενος, ὅλως πνευματικὸς καὶ ἅγιος γίνεται, γνώμῃ καὶ πράξει τοιοῦτος ἀποτελούμενος.

ΤΙΤΛ. Εʹ. -Περὶ βδελυγμάτων, καὶ τῶν λεγομένων θεῶν. Οὐκ ἔσονταί σοι θεοὶ

ἕτεροι πλὴν ἐμοῦ. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν τι ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ, καὶ

ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις, οὐδὲ