1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

51

φιλεῖν τὰ τέκνα προτρέπεται, καὶ τὰ τέκνα δουλεύειν ὡς δεσπόταις τοῖς γονεῦσιν. Ἀγάπη τοὺς δεσπότας ἐλεήμονας εἶναι πρὸς τοὺς οἰκέτας παρακαλεῖ, καὶ τοὺς οἰκέτας ὑπουργεῖν τοῖς δεσπόταις ἀδόλως παραινεῖ. Πολλαχῶς ἀγάπη νοεῖται, διὰ πραότητος, διὰ χρηστότητος, δι' ὑπομονῆς, διὰ ἀφθονίας καὶ ἀζηλίας, δι' ἀμνησικακίας. Ἀμέριστός ἐστιν ἐν πᾶσι, ἀδιάκριτος κοινωνική. Τρισσὰ εἴδη φιλίας διδασκόμεθα, καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον, τὸ κατ' ἀρετήν· στεῤῥὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη· τὸ δὲ δεύτερον καὶ μέσον, τὸ κατ' ἀμοιβήν· κοινωνικὸν τοῦτο, καὶ μεταδοτικὸν, καὶ βιωφελές· κοινὴ γὰρ ἡ εὐχάριστος φιλία. Τὸ δὲ ὕστατον καὶ τρίτον, ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φαμὲν, οἱ δὲ Ἕλληνές φασι, τὸ καθ' ἡδονὴν τρεπτὸν καὶ μετάβλητον. Οὐκοῦν ἡ μέν τίς ἐστι φιλοσόφου φιλία, ἡ δὲ ἀνθρώπου, ἡ δὲ ζώου. Τὸ ἀγαπᾷν τοὺς ἐχθροὺς, οὐκ ἀγαπᾷν τὸ κακὸν λέγει, οὐδὲ ἀσέβειαν, οὐδὲ μοιχείαν, ἢ κλοπὴν, ἀλλὰ τὸν κλέπτην, καὶ τὸν μοιχόν· οὐ καθ' ὃ ἁμαρτάνει, καὶ τῇ ποιᾷ ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου προσ 95.1204 ηγορίαν, καθ' ὃ δὲ ἄνθρωπός ἐστι, καὶ ἔργον Θεοῦ. Ἀμέλει τὸ ἁμαρτάνειν ἐνεργείᾳ κεῖται, καὶ οὐκ οὐσίᾳ· διὸ οὐδὲ ἔργον Θεοῦ. Οὐ μνησικακήσει ὁ γνωστικός ποτε. Οὐ χαλεπανεῖ οὐδενὶ, κἂν μίσους ἄξια τυγχάνῃ, ἐφ' οἷς διαπράττεται. Σέβει μὲν γὰρ τὸν Ποιητὴν, ἀγαπᾷ δὲ τὸν κοινωνὸν τοῦ βίου, οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν. Ἀγάπη τὰ φλεγόμενα μόρια τοῦ θυμοῦ θεραπεύειν. Ἡ ἀγάπη τὸν ἄνθρωπον εἰς τρία μερίζεται πρόσωπα· ὁ μὲν διὰ Θεὸν ἀγαπᾷ, ὃν ἀγαπᾷ· ὁ δὲ ἐπεὶ πλούσιός ἐστι, χάριν λήψεως δώρων· ὁ δὲ ἐμπαθῶς. Καὶ ὁ μὲν εἰλικρινῶς δοξάζει ὃν ἀγαπᾷ, ὁ δὲ διὰ πλεονεξίαν, ὁ δὲ χάριν ἡδονῆς Εἰρήνη, κἂν ᾖ σφόδρα ἐπιζήμιος, λυσιτελεστέρα ἐστὶ πολέμου.

ΤΙΤΛ. ΙΘʹ. -Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς.

Οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος. Ἐπὶ δυσὶ μάρτυσιν ἢ τρισὶν ἀποθανεῖται ὁ ἀποθνήσκων. Οὐκ ἐμμενεῖ μάρτυς εἷς, μαρτυρῆσαι κατὰ ἀνθρώπου, κατὰ πάσας αἰτίας, καὶ κατὰ πᾶν ἁμάρτημα. Ἀληθινὸν στόμα ἐμπλησθήσεται γέλωτος, καὶ τὰ χείλη αὐτοῦ ἀγαλλιάσεται. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ. Ἀλήθειαν ἐκζητήσει Κύριος. Μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ὑπερήλπισα. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες. Ἔλεον καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. Ῥύεται ἐκ κακῶν μάρτυς πιστός. Ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ, ἢ θυσιῶν αἷμα. Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτῶν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτῶν. Λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην, λέγει Κύριος παντοκράτωρ. Οὐκ ἔστι παρὰ τῇ ἀληθείᾳ λαμβάνειν πρόσωπα. Οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν, οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω· ὅτι οὗτος οὐ κοινωνεῖ σοφίᾳ. Μὴ ἀντίλεγε τῇ ἀληθείᾳ· μὴ λάβῃς πρόσωπον δυνάστου. Ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ ὁ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ. 95.1205 Πετεινὰ πρὸς τὰ ὅμοια καταλύει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει. Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα. Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. Μείζονα ταύτης οὐκ ἔχω χαρὰν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα. Τὸ κράτιστον τῶν ἀγαθῶν ἡ ἀλήθεια. ∆υσθήρατός ἐστιν ὁ τῆς ἀληθείας λόγος, ῥᾳδίως δυνάμενος ἐκφυγεῖν τοὺς μὴ προσέχοντας. Τοιοῦτόν τι ἡ ἀλογία, καὶ τὸ πρὸς τὴν ἀλήθειαν ἀπομάχεσθαι, ὡς μηδὲ περιπίπτοντας αὐτοὺς ἑαυτοῖς, ἢ νοεῖν, ἢ αἰσχύνεσθαι. Οὐδεμιᾶς δεῖται βοηθείας ἡ τῆς ἀληθείας ἰσχὺς, ἀλλὰ κἂν μυρίους ἔχῃ τοὺς σβεννύντας αὐτὴν, οὐ μόνον οὐκ ἀφανίζεται, ἀλλὰ καὶ δι' αὐτῶν τῶν