1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

77

ΤΙΤΛ. Θʹ. -Περὶ βασιλέως χρηστοῦ καὶ μισοπονήρου.

Αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ, ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖ· βολίσιν αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ. Κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ. Ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τραχήλου αὐτῶν ἐπιβήσῃ. Ἔσωσεν ὁ Θεὸς τὸν ∆αβὶδ ἐν πᾶσιν οἷς ἐπορεύθη, καὶ ἦν ∆αβὶδ ποιῶν κρῖμα καὶ δικαιοσύνην. Εἶπε ∆αβίδ· Ἄφες αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ ὁ Θεός· Εἴ πως εἴδοι Κύριος ἐπὶ τὴν ταπείνωσίν μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης. Καὶ Σεμεεὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐναντίον τοῦ βασιλέως, καὶ εἶπε πρὸς τὸν βασιλέα· Μὴ λογιζέσθω ὁ κύριος ἀνομίαν, καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ἐξεπορεύετο ὁ κύριός μου ὁ βασιλεὺς ἐξ Ἱερουσαλὴμ, ὅτι ἔγνων ὁ δοῦλός σου, ὅτι ἥμαρτον. Καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς· Οὐ μὴ ἀποθάνῃς. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ τὰ λοιπά. Ἡμέραν ἐφ' ἡμέρας τοῦ βασιλέως προσθήσῃ, καὶ τὰ λοιπά. Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν, καὶ τὰ λοιπά. Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία τοῦ βασιλέως ἐν χειρὶ Θεοῦ. Βδέλυγμα βασιλεῖ, ὁ ποιῶν κακά. Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. ∆εκτὰ βασιλεῖ χείλη δίκαια, λόγους δὲ ὀρθοὺς ἀγαπᾷ. Μαντεῖον ἐν χείλεσι βασιλέως, ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυναστῶν. Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ οὐδὲν πονηρόν. Ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. Κτεῖνε ἀσεβεῖς ἀπὸ προσώπου βασιλέως, καὶ 95.1289 κατορθώσῃ ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. - ∆όξα βασιλέως τιμᾷν πρόσταγμα. Βασιλεὺς δίκαιος ἀνίστησι χώραν. Μάχαιρα, γλῶσσα βασιλέως, καὶ οὐ σαρκίνη. Μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλέως λεγέσθω. Βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς, ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται. Θυμὸς βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σοφὸς ἐξιλάσει αὐτόν. Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος. Ὡς γὰρ δρόσος ἐπὶ χόρτον, οὕτως τὸ ἱλαρὸν αὐτοῦ. Στόμα βασιλέως φύλαξον. Ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἐνδείας σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥῦσαι αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἰδοὺ ἡμέρα ἔρχεται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αβὶδ ἀνατολὴν δικαίαν· καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ, καὶ σωθήσεται λαὸς, καὶ κατασκηνώσει πεποιθώς. Βασιλεὺς φρόνιμος εὐστάθεια δήμου. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα. Παρὰ βασιλεῖ μὴ σοφίζου. Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται. Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν ἁλουργίδα. Νομοθετήσει γὰρ καὶ νομοθέταις ὁ λόγος. Γινώσκετε τὸ πιστευθὲν ὑμῖν, καὶ τί τὸ μέγα περὶ ὑμᾶς μυστήριον. Κόσμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν, διαδήματι μικρῷ καὶ βραχεῖ ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω μόνον Θεοῦ, τὰ δὲ κάτω, καὶ ὑμῶν. Θεοὶ γίνεσθε τοῖς ὑφ' ὑμᾶς, ἵνα εἴπω τι καὶ τολμηρότερον. Καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πεπίστευται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῶν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, μὴ σφόδρα ταῖς ἐξουσίαις ἐπαίρεσθε, μηδὲ ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Τὸ δραστικὸν δείκνυε, μὴ τὸ δρᾷν κακῶς, Τὸ δὲ εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός· Τὸ δέ ἐστιν ἀνδρὸς εἰδότος τὸ συγγενές. Κτείνει δὲ ῥᾷστα, καὶ τρυγὼν, καὶ σκορπίος.