1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

16

φόβου σου τὰς σάρκας μου. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θέλεις, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖς, καὶ τὰ λοιπά. Κύριος δώσει σοφίαν, καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. Φόβος Κυρίου πηγὴ ζωῆς· ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. Φόβος Κυρίου μισεῖ κακίαν. Φόβος Κυρίου προστίθησιν ἡμέρας. Ὀχύρωμα ὁσίων, φόβος Κυρίου. Φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακῶν. Ὑπερασπίζει Κύριος τῶν εὐλαβουμένων αὐτόν. Φοβοῦ τὸν Θεὸν, καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. Ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος. Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε. Ἀνατελεῖ ἡμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἐν τοῖς πτέρυξιν αὐτοῦ ἴασις. Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Φόβος Κυρίου, δόξα καὶ καύχημα. Φόβος Κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην, καὶ χαρὰν, καὶ μακροημέρευσιν. Τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπ' ἐσχάτων. Ἀρχὴ σοφίας, φοβεῖσθαι τὸν Κύριον, στέφανος σοφίας, φόβος Κυρίου. Ῥίζα σοφίας, φοβεῖσθαι τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. Σοφία καὶ παιδεία, φόβος Κυρίου. Μὴ ἀπειθήσῃς φόβῳ Κυρίου, καὶ μὴ προσέλθῃς αὐτῷ καρδίᾳ δισσῇ. 95.1089 Πνεῦμα φοβουμένων Κύριον ζήσεται ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς. Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν· ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν. Οἱ φοβούμενοι Κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλίνατε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσι ῥημάτων αὐτοῦ· καὶ οἱ ἀγαπῶντες αὐτὸν, συντελέσουσι τὰς ὁδοὺς αὐτοῦ. Τῷ φοβουμένῳ τὸν Κύριον οὐκ ἀπαντήσει κακὸν, ἀλλ' ἐν πειρασμῷ καὶ πάλῃ ἐξελεῖται. Χρήματα καὶ ἡ ἰσχὺς ἀνυψοῦσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος Κυρίου. Ὁ φοβούμενος Κύριον εὐθύνει φίλους αὐτοῦ. Ἐν φόβῳ Κυρίου ἔστω τὸ καύχημά σου. Σπέρμα ἔντιμον ποῖον; Οἱ φοβούμενοι τὸν Κύριον. Πλούσιος καὶ ἔνδοξος, καὶ πένης, τὸ καύχημα αὐτῶν, φόβος Κυρίου. Οἱ φοβούμενοι Κύριον, πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πέσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον, ἐλπίσατε εἰς ἀγαθὰ, καὶ εἰς εὐφροσύνην αἰώνιον καὶ ἔλεος. Μεγιστὰν καὶ κριτὴς, καὶ δυνάστης δοξασθήσεται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν Κύριον. Πᾶσα σοφία φόβος Κυρίου. Οὐδὲν κρεῖττον φόβου Κυρίου, καὶ οὐδὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου. Ὁ φοβούμενος Κύριον, οὐδὲν εὐλαβηθήσεται. Φοβουμένου Κύριον, μακαρία ἡ ψυχή. Ὁ φοβούμενος Κύριον, ἐκδέξεται παιδείαν. Οἱ φοβούμενοι Κύριον, εὑρήσουσι κρῖμα καὶ δικαιώματα, καὶ ὡς φῶς ἐκλάμψουσιν. Οὐκ ἔστιν ἐν φόβῳ Κυρίου ἐλάττωσις, φόβος Κυρίου, ὡς παράδεισος εὐλογίας. Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς. Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ἀνοίξας Πέτρος τὸ στόμα εἶπεν· Ἐπὶ ἀληθείᾳ καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλὰ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Εἴ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. Φόβος Κυρίου, καθάρσιον ψυχῆς, κατὰ τὴν εὐχὴν 95.1092 τοῦ Προφήτου λέγοντος· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ὡς ὅπου φόβος ἐνοικεῖ, πάσης πονηρᾶς καὶ ἀνοσίας πράξεως ἀποφευγούσης, τῶν τοῦ σώματος μελῶν κινηθῆναι πρὸς ἀτόπους ἐνεργείας διὰ τὸ τῷ φόβῳ καθηλῶσθαι, μὴ δυναμένων. Ὥσπερ γὰρ ὁ ἐμπεπηγότας ἔχων ἐν ἑαυτῷ τοὺς σωματικοὺς ἥλους, ἀνενέργητός ἐστιν, ὑπὸ τῶν ὀδυνῶν κατεχόμενος, οὕτως ὁ τῷ φόβῳ Θεοῦ κατειλημμένος, οὐκ ὀφθαλμῷ χρήσασθαι πρὸς ἃ μὴ δεῖ, οὐ χεῖρας κινῆσαι πρὸς ἀπηγορευμένας πράξεις, οὐχ ὅλως μικρὸν ἢ μεῖζον ἐνεργῆσαι παρὰ τὸ