1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

23

αὐτεξούσιον. Ἡ ψυχὴ τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐτόθεν δείκνυσι, πόῤῥω τῆς ἰδιωτικῆς ταπεινότητος κεχωρισμένον, ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ αὐτεξούσιον, ἰδίοις θελήμασιν αὐτοκρατορικῶς διοικουμένην. Τίνος γὰρ τοῦτο, εἰ οὐχὶ βασιλέως ἐστίν; Ἀγαπήσωμεν τὴν εὐλογίαν, καὶ φύγωμεν τὴν κατάραν. Ἐφ' ἡμῖν γάρ ἐστιν ἑλέσθαι κατ' ἐξουσίαν ἑκάτερον, πρὸς ὅπερ ἐν τῇ προθυμίᾳ ῥέψωμεν. Οὐ πάντα ἡμῖν ἐξ εὐθείας ὁμιλεῖ ὁ Θεός. Ἐπειδὴ γὰρ ἑκόντας βούλεται εἶναι καλοὺς, οὐ διὰ τὸ αὐτοῦ ἀδύνατον· ἄπαγε· ἀλλὰ διὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον. Αὐτῷ γὰρ ἔξεστι νεῦσαι μόνον, μᾶλλον δὲ ποιῆσαι ἅπερ ἂν βούλεται. Ἡμεῖς δὲ ἅπαξ ἑαυτῶν γενόμενοι κύριοι, οὐκ ἀνεχόμεθα πάντα ὑπακούειν αὐτῷ. Ἐὰν δὲ ἄκοντας ἑλκύσῃ, ὅπερ ἔδωκεν ἀφαιρήσεται, τὴν τῆς ἐξουσίας ἐλευθερίαν. Εἰδότες, ὅτι καὶ τὸ θέλειν, καὶ τὸ τρέχειν ἐν ἡμῖν ἐστιν, καὶ διὰ τοῦ θέλειν καὶ τοῦ τρέχειν, τὸν Θεὸν ἐπισπασώμεθα πρὸς τὴν ἡμετέραν βοήθειαν· ἐπισπασάμενοι δὲ αὐτὸν, πρὸς τὸ τέλος ἥξομεν τῶν πραγμάτων· διανιστῶμεν οὖν, ἀδελφοὶ, καὶ πᾶσαν σπουδὴν ἐπιδειξώμεθα ἐν τῇ τῆς ψυχῆς σωτηρίᾳ τῆς ἡμετέρας, ἵνα μικρὸν ἐνταῦθα πονέσαντες χρόνον, κατὰ τὸν ἀγήρω καὶ ἀθάνατον αἰῶνα τῶν ἀθανάτων ἀπολαύσωμεν ἀγαθῶν. Πλάσας ὁ Θεὸς κατ' ἀρχὰς τὸν ἄνθρωπον, τῆς γνώμης αὐτοῦ τὰ τῆς φύσεως ἀπῃώρησεν, ἐντολὴν μίαν ποιησάμενος τὴν διὰ πεῖραν· φυλάξαντα μὲν γὰρ ταύτην, τῆς ἀθανάτου λήξεως πεποίηκεν ἔσεσθαι· παραβάντα δὲ, τῆς ἐναντίας. Ἐπὶ τῷ ἀνθρώπῳ μὲν αἵρεσις ὡς ἐλευθέρῳ· ἐπὶ Θεῷ ἡ δόσις ὡς Κυρίῳ· δίδωσι δὲ βουλομένοις καὶ ὑπερεσπουδακόσι καὶ δεομένοις, ἵνα οὕτως ἴδιον αὐτοῦ ἡ σωτηρία γένηται. Οὐ γὰρ ἀναγκάζει ὁ Θεός· βία γὰρ ἐχθρὸν Θεῷ· ἀλλὰ τοῖς ζητοῦσι πορίζει, καὶ τοῖς αἰτοῦσι παρέχει, καὶ τοῖς κρούουσιν ἀνοίγει. Βουλομέναις μὲν ὁ Θεὸς ταῖς ψυχαῖς συνεπιπνεῖ. Εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας, καὶ τὸ δοθὲν ἐκ τοῦ Θεοῦ πνεῦμα συνεστάλη. Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐλεύθερον καὶ αὐτεξούσιον, ἵνα ὃ ἑαυτῷ ἐποίησεν δι' ἀμελείας καὶ παρακοῆς, τοῦτο αὐτῷ γοῦν ὁ Θεὸς δωρῆται διὰ φιλανθρωπίας καὶ ἐλεημοσύνης, ὑπακούοντος αὐτῷ τοῦ ἀνθρώπου. Καθάπερ γὰρ παρακούσας ὁ ἄνθρωπος, θάνατον ἑαυτῷ ἐπεσπάσατο, οὕτως ὑπακούων τῷ βουλήματι τοῦ Θεοῦ, δύναται περιποιήσασθαι ἑαυτῷ τὴν αἰώνιον ζωήν. ∆έδωκε γὰρ ἡμῖν ὁ Θεὸς ἐντολὰς ἁγίας, ἃς πᾶς ὁ ποιῶν, δύναται σωθῆναι, 95.1113 καὶ ἀναστάσεως τυχὼν κληρονομήσει τὴν ἀφθαρσίαν. Ἐν σοὶ ἂν εἴη καὶ φωτὸς ἀπολαύειν, καὶ ζόφῳ συνδιαιτᾶσθαι. Πρὶν παρέβη, καὶ ἠθέτησε ὁ πρωτόπλαστος ἄνθρωπος, χειροήθη εἶχεν πάντα τὰ θηρία, μηδὲν αὐτὸν ἀδικοῦντα παντελῶς. Ἐγὼ εἰμὶ ἡ θύρα, εἴρηκεν ὁ Κύριος. Οἱ θησαυροὶ οὖν τῆς σοφίας καὶ τῆς γνώσεως ἔνδον τῆς θύρας κεκρυμμένοι τυγχάνουσι. Λέγουσί τινες περὶ τοῦ ἀνθρώπου, ὅσα δεῖ αὐτὸν ποιῆσαι ἀγαθὰ καὶ πονηρά. Πολλοὶ οὖν ἐμπίπτοντες διὰ τοῦ πονηροῦ εἰς κακὰ, λέγουσιν· Οὐαὶ τῷ ἄστρῳ αὐτοῦ· καὶ πάλιν, ὅτι κατὰ τὸ δοτὸν ἀποθνήσκουσιν οἱ ἄνθρωποι· ἢ ἐν τῷ ποταμῷ, ἢ ἐν κρημνῷ, ἢ οἱῳδήποτε τρόπῳ. Καὶ τοῦτο ματαιολογοῦντες ἁμαρτάνουσιν. Ὁ γὰρ Θεὸς αὐτεξούσιον ἔδωκε τὴν προαίρεσιν τῷ ἀνθρώπῳ, καὶ ὑπέδειξεν αὐτῷ τὴν ὁδὸν τοῦ φωτὸς καὶ τοῦ σκότους. Τὸ κέρδος καὶ τὴν ζημίαν λέγει διὰ τοῦ προφήτου Ἡσαΐου· Ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, ἐγὼ οὐκ ἀναγκάζω. Τὸ γὰρ ἐξ ἀνάγκης γινόμενον κέρδος οὐκ ἔχει. Ἐγὼ ὅρους οὐκ ἐπέθηκα· οὐκ ἔταξα ἐπὶ σὲ καλὰ ἢ κακά. Ἐπεὶ εἰ ἐνετείλατό μοι φόνον, ἢ πορνείαν δηλονότι, ποιῆσαι αὐτὰ εἶχον· τὸ γὰρ προστάγματι αὐτοῦ ἀντειπεῖν οὐ δυνατόν. Ἢ τίς κρίνει με τὰς ἐντολὰς αὐτοῦ τηροῦντα; οὐδέποτε ὁ Θεὸς θελητής ἐστι κακοῦ ἀνθρώπων. Τὰ γὰρ πειρατήρια τὰ ἐπερχόμενα τῶν ἀνθρώπων, ἐκ τοῦ πονηροῦ εἰσιν· τοῦ Ἀποστόλου λέγοντος· Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι Ἀπὸ Θεοῦ πειράζομαι. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα.