1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

64

ΤΙΤΛ. ΛΗʹ. -Περὶ ἀποφάσεως, καὶ ἀνταποδόσεως, καὶ ἀκριβείας Θεοῦ· καὶ ὅτι οὐ δεῖ τῆς ὀργῆς τοῦ Θεοῦ πλέον ἀμύνασθαι, ἢ παρὰ τὰς ἐντολὰς αὐτοῦ

φιλανθρωπεύεσθαι. Εἶπε Σαμουὴλ πρὸς Σαούλ· Οὐχὶ μικρὸς ἐνώπιον Κυρίου, ἡγούμενος

σκήπτρου φυλῆς Ἰσραὴλ, καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ; Καὶ εἶπέν σοι· Πορεύθητι, καὶ ἐξολόθρευσον τὸν Ἀμαλὴκ, τοὺς ἁμαρτάνοντας εἰς ἐμὲ, καὶ πολεμήσεις αὐτοὺς, ἕως οὗ συντελέσῃς αὐτούς. Καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου, ἀλλ' ὥρμησας ἐπὶ τὰ σκύλα, καὶ τὸν βασιλέα ἀγαγὼν περιεποιήσω; Καὶ ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ. Προσῆλθεν Ἡλιοὺ, καὶ εἶπεν Ἀχαὰβ βασιλεῖ Ἰσραήλ· Τάδε λέγει Κύριος· Ἀνθ' ὧν εἶπε Συρία, Θεὸς ὀρέων Κύριος, ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐ Θεὸς κοιλάδων αὐτός· καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρά σου, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. Καὶ ἐπάταξεν Ἰσραὴλ τὴν Συρίαν, ἑκατὸν χιλιάδας πεζῶν ἡμέρᾳ μιᾷ, καὶ ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν, καὶ υἱὸς Ἀδὲρ ἔφυγεν, καὶ εἶπον πρὸς αὐτὸν οἱ παῖδες αὐτοῦ· Ἰδοὺ δὴ οἴδαμεν, ὅτι βασιλεῖς Ἰσραὴλ, βασιλεῖς ἐλέους εἰσίν. Ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν, καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν, καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ἰσραὴλ, ὅπως ζωογονήσῃ τὰς ψυχὰς ἡμῶν. Καὶ ἐποίησαν οὕτως, καὶ εἶπαν τῷ βασιλεῖ Ἰσραήλ· ∆οῦλός σου υἱὸς Ἀδὲρ λέγει, Ζήσεται ἡ ψυχή μου. Καὶ εἶπεν ὁ βασιλεύς· Εἰ ἔτι ζῇ; ἀδελφός μου. Καὶ ἐξῆλθε πρὸς αὐτὸν ὁ υἱὸς Ἀδὲρ, καὶ ἀναβιβάζουσι πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα. Καὶ εἶπε πρὸς αὐτόν· Τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σεαυτῷ ἐν ∆αμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ. Καὶ διέθετο αὐτῷ διαθήκην, καὶ ἐξαπέστειλεν αὐτόν. Καὶ μετ' ὀλίγα· Εἶπε πρὸς αὐτὸν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Τάδε λέγει Κύριος· ∆ιότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός μου, ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. Ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας τὰ φυλάγματα αὐτῶν. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς· ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον, καὶ ἐξολοθρεύσατε αὐτὴν, μὴ γενέσθαι αὐτῇ κατάλυμα. Γῆ, γῆ, ἄκουσον λόγον Κυρίου· Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἀνθρώποις· ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου ∆αβὶδ, ἄρχων ἐν τῷ Ἰούδα. Ἐπὶ μὲν τῶν ἐχθραινόντων τῇ ἀληθείᾳ, καὶ ἐμποδιζόντων ταῖς ἐντολαῖς τοῦ Θεοῦ, ἐξ ἀνάγκης ἐστὶ ποιεῖν κατὰ τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίσῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Ἡ γὰρ ἐπὶ τῶν τοιούτων φιλανθρωπία παραπλησία ἐστὶ τῇ ἀπαιδεύτῳ χρηστό 95.1249 τητι τοῦ Σαοὺλ ἐπὶ τοῦ Ἀγαγοῦ ἣν παρὰ τὸ τοῦ Κυρίου διατεταγμένον αὐτῷ ἐπεδείκνυτο.

ΤΙΤΛ. ΛΘʹ. -Περὶ ἀγγαρίας. Ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀσιτεῖ καὶ ἀμισθὶ

εἰργάσαντο. Ὅστις σε ἀγγαρεύσει μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο. Ὁ οἰκοδομῶν τὸν

οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδῷ αὐτῷ. Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ' ὑμῶν, κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθει. ΤΙΤΛ. Μʹ. -Περὶ αἰσχύνης ἀγαθῆς. Λαβόντες Σὴμ καὶ Ἰαφὲθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Πρὸ βροντῆς κατασπεύδει