1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

28

ἐπιλέγειν ἕκαστον τῷ πλησίον ἐχρῆν, καὶ παρὰ τοῦ πλησίον ἀκούειν, ὅτι Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Οὐκ ἔλεγον συνεχῶς, ὅτι δραπέτης ὁ πλοῦτος; σὺ δὲ ἡμῶν οὐκ ἠνέχου· οὐκ ἔλεγον, ὅτι ἀγνώμων ἐστὶν οἰκέτης; σὺ δὲ οὐκ ἠβούλου πείθεσθαι. Ἰδοὺ σὲ τῶν πραγμάτων ἐδίδαξεν ἡ πεῖρα· ὅτι οὐ δραπέτης μόνον, οὐδὲ 95.1128 ἀγνώμων οἰκέτης, ἀλλὰ καὶ ἀνδροφόνος· οὗτος γάρ σε τρέμειν νῦν καὶ δεδιέναι παρεσκεύασεν. Οὐκ ἔλεγον συνεχῶς, ἡνίκα ἐπετίμας ἀληθῆ σοι λέγοντι, ὅτι ἐγώ σε φιλῶ μᾶλλον τῶν κολακευόντων; οὐκ ἔλεγον, ὅτι ἐγὼ ὁ ἐλέγχων, πλέον κήδομαι τῶν χαριζομένων; οὐ προσετίθουν τοῖς ῥήμασι τούτοις, ὅτι ἀξιοπιστότερα τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν; Εἰ τῶν ἐμῶν ἤκουσας τραυμάτων, οὐκ ἄν σοι τὰ φιλήματα τὰ ἐκείνων τὸν θάνατον τοῦτον ἔτεκον. Τὰ γὰρ ἐμὰ τραύματα ὑγείαν ἐργάζονται, τὰ δὲ ἐκείνων φιλήματα νόσον ἀνίατον κατεσκεύασε. Ποῦ νῦν οἱ οἰνοχόοι; ποῦ δὲ οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ μυρία πᾶσιν ἐγκώμια πλέκοντες; ἐδραπέτευσαν· ἠρνήσαντο τὴν φιλίαν, ἀσφάλειαν ἑαυτοῖς διὰ τῆς σῆς ἀγνοίας πορίζοντες. Οὔτε ἐγγὺς γενέσθαι τολμῶσι· καὶ ἡ μὲν πολεμηθεῖσα παρά σου Ἐκκλησία, τοὺς κόλπους ἥπλωσε, καὶ ὑπεδέξατο· τὰ δὲ θεραπευθέντα θέατρα, ὑπὲρ ὧν πρός σε πολλάκις διελέχθην, προὔδωκεν, καὶ ἀπώλεσεν, ἀλλ' ὅμως οὐκ ἐπαυσάμεθα ἀεὶ λέγοντες· τί ταῦτα ποιεῖς; ἐκβακχεύεις τὴν πόλιν, καὶ κατὰ κρημνῶν φέρεις; Καὶ παρέτρεχες ἅπαντα. Καὶ αἱ μὲν ἱπποδρομίαι, αἱ τὸν πλοῦτον τὸν σὸν κακῶς ἀναλώσασαι, τὸ ξίφος ἠκόνησαν, ἡ δὲ Ἐκκλησία τῆς ὀργῆς ἀπολαύσασα τῆς ἀλόγου καὶ ἀκαίρου, πανταχοῦ περιτρέχει τῶν δικτύων τούτων ἐξαρπάσαι σε ἐπειγομένη. Καὶ ταῦτα λέγω, οὐκ ἐπεμβαίνων τῷ κειμένῳ, οὐκ ἀναξαίνων τὰ ἕλκη τοῦ τετρωμένου, οὐ καταποντίζων τὸν κλυδωνιζόμενον, ἀλλὰ τοὺς ἐξουρίας πλέοντας παιδεύω μὴ γενέσθαι ὑποβρυχίους. Οὐδὲν γὰρ τῶν ἀνθρωπίνων πραγμάτων σαθρώτερον. ∆ιὸ, ὅπερ ἂν εἴποι τις ὄνομα τῆς εὐτελείας αὐτῶν, ἔλαττον τῆς ἀληθείας ἐρεῖ, κἂν καπνὸν, κἂν σκιὰν, κἂν χόρτον, κἂν ὄναρ, κἂν ἄνθη ἐαρινὰ, κἂν ὁτιοῦν ἕτερον ὀνομάσῃ, καὶ τῶν οὐδὲν ὄντων οὐδαμινώτερα, μετὰ τῆς οὐδενείας καὶ πολὺ τὸ ἀπόκρημνον ἔχει. Τίς γὰρ τούτου γέγονεν ὑψηλότερος; οὐ πᾶσαν τὴν οἰκουμένην παρῆλθεν τῷ πλούτῳ; οὐ πρὸς αὐτὰς τῶν ἀξιωμάτων ἀνέβη τὰς κορυφάς; οὐχὶ καὶ αὐτοῖς τὰ διαδήματα περικειμένοις φοβερὸς ἦν; οὐχὶ πάντες αὐτὸν ἔτρεμον καὶ ἐδεδίεσαν; Ἀλλ' ἰδοὺ γέγονε καὶ δεσμωτῶν ἀθλιώτερος, καὶ οἰκετῶν ἐλεεινότερος, καὶ αὐτῶν τῶν λιμῷ τηκομένων πτωχῶν πενέστερος, καθ' ἑκάστην ὥραν ξίφη βλέπων ἠκονημένα, καὶ βάραθρον, καὶ δημίους, καὶ τὴν ἐπὶ θάνατον ἀπαγωγήν· καὶ οὐδὲ εἰ πώποτε γέγονεν ἐπὶ τῆς ἡδονῆς οἶδεν ἐκείνης· οὐδὲ αὐτῆς αἰσθάνεται τῆς ἀκτῖνος, ἀλλ' ἐν μεσημβρίᾳ μέσῃ ὥσπερ πυκνοτάτῃ νυκτὶ περιστοιχιζόμενος· οὕτως τὰς ὄψεις πεπήρωται. Μᾶλλον δὲ ὅσα ἂν φιλονεικήσωμεν, οὐ δυνησόμεθα παραστῆσαι τῷ λόγῳ τὸ πάθος, ὅπερ ὑπομένειν αὐτὸν εἰκὸς, ἴσως καθ' ἑκάστην ὥραν ὑποτέμνεσθαι προσδοκοῦντα. Τὴν γὰρ προτέραν ὅτε ἐπ' αὐτὸν ἦλθον ἐκ τῶν βασιλικῶν αὐλῶν πρὸς οἰκίαν ἑλκῦσαι βουλόμενοι, καὶ τοῖς σκεύεσι προσέδραμε τοῖς ἱεροῖς, πύξινον μὲν αὐτοῦ τὸ πρόσωπον 95.1129 ἦν, καὶ τοῦ νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον διακείμενον. Κτύπος δὲ τῶν ὀδόντων, καὶ πάταγος, καὶ τρόμος τοῦ παντὸς σώματος, καὶ φωνὴ διακοπτομένη, καὶ γλῶσσα διαλελυμένη, καὶ σχῆμα, οἷον καὶ λιθίνην ψυχὴν τῆξαι δυνάμενον. Καὶ ταῦτα λέγω οὐκ ὀνειδίζων, οὐδὲ ἐπεμβαίνων τῇ συμφορᾷ, ἀλλὰ τὴν ὑμετέραν διάνοιαν μαλάξαι βουλόμενος, καὶ εἰς ἔλεον ἐπισπάσασθαι. Τίνος ἕνεκεν ἀγανακτεῖς; Ὅτι δὴ, φησὶν, εἰς Ἐκκλησίαν κατέφυγεν ὁ πολεμήσας αὐτὴν διηνεκῶς. ∆ιὰ τοῦτο μάλιστα δοξάζειν χρὴ τὸν Θεὸν, ὅτι ἀφῆκεν αὐτὸν εἰς τοσαύτην καταστῆναι ἀνάγκην, ὥστε καὶ τὴν δύναμιν τῆς Ἐκκλησίας, καὶ τὴν φιλανθρωπίαν μαθεῖν. Οὐ μνησικακήσασα ὑπὲρ τῶν ἔμπροσθεν, ἀλλὰ τοὺς κόλπους αὐτῆς ἁπλώσασα τῆς φιλοστοργίας. Τοῦτο τροπαίου παντὸς λαμπρότερον· τοῦτο Ἕλληνας ἐντρέπει· τοῦτο Ἰουδαίους