1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

124

καὶ ἔμφοβος γενόμενος, εἶπε· Τί ἐστι, κύριε; Εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. ∆ιὰ πάσης εὐχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει, καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ. Παρακαλῶ πρὸ πάντων, ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵν' ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν ἐνώπιον τοῦ Θεοῦ. Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντες ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Ὡσαύτως καὶ γυναῖκας. Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω. Εὐθυμεῖ τις; ψαλλέτω. Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα. Σωφρονήσατε, καὶ νήψατε εἰς προσευχάς. Μὴ μικρολογίαν καταγνωσθῶμεν, ἐν τῷ μικρὰ αἰτεῖν ἡμᾶς, καὶ τοῦ διδόντος ἀνάξια. Εὔηχός ἐστιν ἐκείνη ἡ φωνὴ, καὶ μέχρι τῆς θείας ἀναβαίνουσα ἀκοῆς, οὐχ ἡ μετά τινος διατάσεως γινομένη κραυγὴ, ἀλλ' ἡ ἀπὸ καθαρᾶς συνειδήσεως ἀναπεμπομένη ἐνθύμησις. Χωρίζεται Θεοῦ, ὁ μὴ συνάπτων ἑαυτὸν διὰ προσευχῆς τῷ Θεῶ. Οὐκοῦν τοῦτο χρὴ πρότερον ἡμᾶς διδαχθῆναι τῷ λόγῳ, ὅτι δεῖ πάντοτε προσεύχεσθαι, 95.1441 καὶ μὴ ἐκκακεῖν. Ἐκ γὰρ τοῦ προσεύχεσθαι περιγίνεται τὸ μετὰ τοῦ Θεοῦ εἶναι· ὁ δὲ μετὰ Θεοῦ ὢν, τοῦ ἀντικειμένου κεχώρισται. Προσευχὴ τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίησεν, τὸν δὲ Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς ζωὴν ἐπανήγαγε, τοῖς δὲ τρισὶ νέοις εἰς πνεῦμα δροσῶδες τὴν φλόγα ἔτρεψεν. Ὁ ἐν καιρῷ προσευχῆς μὴ πρὸς τὰ λυσιτελοῦντα τῇ ψυχῇ τεταμένος, ἀλλὰ πρὸς τὰς ἐμπαθεῖς τῆς διανοίας κινήσεις συνδιατίθεσθαι τὸν Θεὸν ἀξιῶν, λῆρός τίς ἐστιν ὡς ἀληθῶς, καὶ βαττολόγος, καὶ φληνάφης, καὶ φλυαρὸς, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης σημασίας ἐστί. Παρὰ σοῦ μοι ζωὴ, παρὰ σοῦ γενέσθω καὶ ἡ πρὸς τὸ ζῇν ἀφορμή. Ἐπειδὴ τῆς τοῦ ἀγαθοῦ κρίσεως ἀπεπλανήθη διὰ τῆς ἀπάτης ἡ ἀνθρωπίνη φύσις, καὶ πρὸς τὸ χεῖρον ἡ ζωὴ τῶν ἀνθρώπων κατεκρατήθη, καλῶς εὐχόμεθα τοῦ Θεοῦ τὴν βασιλείαν ἐλθεῖν. Οὐ γὰρ ἔστιν ἄλλως ἐκδῦναι τὴν πονηρὰν τῆς φθορᾶς δυναστείαν, μὴ τῆς ζωοποιοῦ δυνάμεως ἐφ' ἡμῶν ἀντιλαβούσης τὸ κράτος. Ἐὰν οὖν προσευξώμεθα, ταύτῃ τῇ δυνάμει τὸν Θεὸν ἱκετεύωμεν· Ἀπαλλαγείην τῆς φθορᾶς· ἐλευθερωθείην τοῦ θανάτου· μηκέτι κατ' ἐμοῦ βασιλευέτω τὰ νῦν ἐπικρατοῦντα πάθη, μηδὲ ἀγέτω με ὁ πολέμιος διὰ τῆς ἁμαρτίας αἰχμάλωτον· ἀλλ' ἐλθέτω ἐπ' ἐμὲ ἡ βασιλεία σου, ἵνα ἀποχωρήσῃ ἡ τοῦ ἐναντίου τυραννίς. Οὐ γὰρ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσίαν, οὐ νόσος ὑγείας ἐπιλαβούσης ἵσταται, οὐκ ἐνεργεῖ τὰ πάθη, τῆς ἀπαθείας παρούσης. Φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθορὰ, ὅταν ἐν ἡμῖν βασιλεύῃ ἡ ζωὴ, καὶ ἡ ἀφθαρσία τὸ κράτος ἔχῃ. Γενηθήτω ἐν ἐμοὶ τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα. Ὥσπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων φωτὸς εἰσκομισθέντος ὁ ζόφος ἀφανίζεται, οὕτω τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου, πᾶσα ἡ πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιΐσταται. Θέλημα γάρ σου ἡ σωτηρία τῶν ἀνθρώπων ἐστίν. Ὁ τοῦ πονηροῦ ῥυσθῆναι εὐχόμενος, ἔξω τῶν πειρασμῶν γενέσθαι παρακαλεῖ. Ὅταν δι' εὐχῆς αἰτησώμεθά τι τὸν ∆εσπότην, μὴ ταχέως ἐξατονήσωμεν, ἀλλὰ τὸ συνεχὲς τῆς ἀποτυχίας τῇ συνεχείᾳ τῆς αἰτήσεως ἐκνικήσωμεν. Ἐν ταῖς ἀναβολαῖς καὶ ταῖς ὑπερθέσεσι τῶν δωρεῶν τοῦ Θεοῦ μὴ προκάμωμεν, μηδὲ προαναπίπτωμεν. Πολλάκις γὰρ ὁ ∆εσπότης τὴν δοκοῦσαν ἀναβολὴν εἰς πίστεως γυμνασίαν παρέλκει. Καλὸν πάντοτε διὰ προσευχῆς ὁμιλεῖν τῷ Θεῷ. Εἰ γὰρ συντυχία ἀνδρὸς ἀγαθοῦ βελτιοῖ τὸν συντυγχάνοντα, πόσῳ μᾶλλον καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ προσομιλεῖν τῷ Θεῷ. Μέγα ἀγαθὸν εὐχὴ, ἐὰν μετὰ διανοίας εὐχαρίστου γένηται, ἐὰν παιδεύσωμεν ἑαυτοὺς, μὴ μόνον λαμβάνοντας,