1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

125

ἀλλὰ καὶ ἀποτυγχάνοντας εὐχαριστεῖν τῷ Θεῷ. Καὶ γὰρ ποτὲ μὲν δίδωσι, ποτὲ δὲ οὐ δίδωσιν, 95.1444 ἀμφότερα χρησίμως. Ὥστε κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες ἐν τῷ μὴ ἀπολαβεῖν· κἂν μὴ ἐπιτύχῃς, ἐπέτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν. Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν ὅπερ αἰτοῦμεν, τοῦ λαβεῖν λυσιτελέστερον. Εἰ γὰρ συμφέρον ἡμῖν πολλάκις τὸ λαβεῖν, πάντως ἔδωκεν ἄν. Τὸ δὲ συμφερόντως ἀποτυχεῖν, ἐπιτυχεῖν ἐστι. Μέγα ὅπλον εὐχὴ, μέγας κόσμος, μεγάλη ἀσφάλεια. Ἀνθρώπων μὲν γὰρ δεόμενοι, καὶ δαπάνης καὶ χρημάτων δεόμεθα, καὶ κολακείας δουλοπρεποῦς, καὶ πολλῆς περιόδου καὶ πραγματείας. Οὐ γὰρ ἐξ εὐθείας αὐτοῖς τοῖς κύριοις τοῦ δοῦναι τὴν χάριν ἔνι διαλεχθῆναι πολλάκις, ἀλλ' ἀνάγκη πρότερον διακόνους, καὶ οἰκονόμους αὐτῶν, καὶ ἐπιτρόπους, χρήμασι καὶ ῥήμασι, καὶ παντὶ θεραπεῦσαι τρόπῳ, καὶ τότε δι' ἐκείνων τὴν αἴτησιν δυνηθῆναι λαβεῖν. Ἐπὶ δὲ Θεοῦ οὐκ ἔστιν οὕτως. Οὐ γὰρ δεῖται μεσιτῶν ἐπὶ τῶν ἀξιούντων, οὐδὲ οὕτως δι' ἑτέρων παρακαλούμενος, ὡς δι' ἡμῶν αὐτῶν τῶν δεομένων ἐπινεύει τῇ χάριτι. Καὶ ἐνταῦθα μὲν, καὶ λαμβάνοντας, καὶ μὴ λαμβάνοντας ἔστι κερδαίνειν, ἐπὶ δὲ τῶν ἀνθρώπων ἐν ἑκατέρῳ πολλάκις ἐβλάβημεν. Ἐπεὶ οὖν μεῖζον τὸ κέρδος, καὶ πλείων ἡ εὐκολία τοῖς τῷ Θεῷ προσιοῦσι, μὴ καταφρονῶμεν εὐχῆς. Τότε γάρ σοι μᾶλλον δίδωσιν ἃ αἰτεῖς, ἂν σὺ διὰ σεαυτοῦ αἰτῇς, ἐὰν μὴ παρέργως αἰτῇς, ὅπερ ποιοῦσιν οἱ πολλοί. Ἡ γλῶσσα μὲν λέγει τὰ ῥήματα, ἡ δὲ ψυχὴ τῆς οἰκίας ἢ ἀγορᾶς τὰς ὁδοὺς περιέρχεται. Τοῦτο δὲ ὅλον τοῦ διαβόλου τὸ κατασκεύασμα. Ἐπειδὴ γὰρ οἶδεν ἡμᾶς κατ' ἐκεῖνον τὸν καιρὸν διαλεχθῆναι πρὸς τὸν Θεὸν, ὅτι δυνάμεθα καὶ ἀφέσεως ἁμαρτημάτων τυχεῖν, βουλόμενος ἡμῖν τὸν τῆς εὐχῆς προσχῶσαι λιμένα, κατ' αὐτὸν ἐνίσταται τὸν καιρὸν, ἐκκρούων ἡμῶν τὴν διάνοιαν τῶν λεγομένων, ὥστε ζημιωθέντας ἡμᾶς μᾶλλον ἢ κερδαίνοντας, ἀπελθεῖν. Ταῦτα οὖν εἰδὼς, ἄνθρωπε, ὅταν προσίῃς Θεῷ. ἐννόησον τίνι προσέρχῃ, καὶ ἀρκεῖ σοι εἰς νῆψιν. Ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, καὶ ἰδοὺ γυνὴ, τὸ παλαιὸν ὅπλον τοῦ διαβόλου, ἡ τοῦ παραδείσου με ἐκβαλοῦσα, ἡ μήτηρ τῆς παρανομίας, ἡ ἀρχὴ τῆς ἁμαρτίας· αὐτὴ ἐκείνη ἡ γυνὴ ἔρχεται. Καινὸν πρᾶγμα καὶ παράδοξον! Ἰουδαῖοι φεύγουσι, καὶ γυνὴ καταδιώκει. Καὶ παρεκάλει αὐτὸν λέγουσα· Κύριε, Υἱὲ ∆αβὶδ, ἐλέησόν με. Εὐαγγελίστρια γίνεται ἡ γυνὴ, καὶ τὴν θεότητα, καὶ τὴν οἰκονομίαν ὁμολογεῖ· Κύριε, καὶ τὴν δεσποτείαν· Υἱὲ ∆αβὶδ, τῆς σαρκὸς τὴν ἀνάληψιν. Ἐλέησόν με. Οὐκ ἔχω κατόρθωμα βίου· οὐκ ἔχω παῤῥησίαν πολιτείας. Ἐπὶ ἔλεον καταφύγω, ὅπου ἀνεξέταστος σωτηρία. Καὶ τί εἶδες οὕτω, πονηρὰ οὖσα καὶ παράνομος; Πῶς ἐτόλμησας προσελθεῖν; Καὶ ὅρα γυναικὸς φιλοσοφίαν. Οὐ παρακαλεῖ Ἰάκωβον· οὐ δέεται Ἰωάννου, οὐδὲ προσέρχεται Πέτρον, ἀλλὰ διέτεμε τὸν χορόν. Οὐκ ἔχω μεσίτου χρείαν, ἀλλὰ λαβοῦσα τὴν μετάνοιαν συνήγορον, αὐτῇ τῇ πηγῇ 95.1445 προσέρχομαι. ∆ιὰ τοῦτο κατέβη, διὰ τοῦτο σάρκα ἀνέλαβεν, ἵνα ἐγὼ αὐτῷ διαλεχθῶ. Ἄνω τὰ Χερουβὶμ αὐτὸν τρέμουσι, καὶ κάτω αὐτῷ πόρνη διαλέγεται. Ἐλέησόν με· ψιλὸν ῥῆμα, καὶ πέλαγος ἀχανὲς σωτηρίας. Ἐλέησόν με· διὰ τοῦτο παρεγένου, διὰ τοῦτο σάρκα ἀνέλαβες, διὰ τοῦτο ἐγένου ὅπερ εἰμί. Ἄνω τρόμος, καὶ κάτω παῤῥησία. Ἐλέησόν με· τί ἔχεις; Ἔλεον ζητῶ. Τί πάσχεις; Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἡ συμπαθεία γυμνάζεται, ἡ φύσις βασανίζεται. Ἐξῆλθε συνήγορος τοῦ θυγατρίου· οὐ φέρει τὴν νοσοῦσαν, ἀλλὰ φέρει τὴν πίστιν. Θεός ἐστι καὶ τὰ πάντα βλέπει. Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Πένθος χαλεπὸν, τὸ κέντρον τῆς φύσεως, τὴν μήτραν διεσχίζει, κλυδώνιον τοῖς σπλάγχνοις εἰργάσατο. Τί ποιήσω; Ἀπόλλυμαι. Καὶ διὰ τί οὐκ εἶπεν, Ἐλέησον τὴν θυγατέρα μου, ἀλλὰ, Ἐλέησόν με; ἐκείνη γὰρ ἐν ἀσθενείᾳ ἔχει τὸ πάθος. Οὐκ οἶδε τί πάσχει, καὶ οὐκ αἰσθάνεται τῆς ἡδονῆς, παραπέτασμα τῆς συμφορᾶς ἔχουσα τὸ ἀνόδυνον, μᾶλλον δὲ τὸ ἀναίσθητον. Ἐμὲ δὲ ἐλέησον, τὴν θεωρὸν τῶν καθημερινῶν κακῶν. Θέατρον ἔχω συμφορᾶς ἐν τῇ οἰκίᾳ. Ποῦ ἀπέλθω; εἰς τὴν ἔρημον; ἀλλ' οὐ τολμῶ αὐτὴν καταλιπεῖν μόνην. Ἀλλ' εἰς τὴν οἰκίαν; ἀλλ' εὑρίσκω τὸν πόλεμον ἔνδον, τὰ κύματα