1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

146

οἱ θησαυρίζοντες ἐπὶ τῆς γῆς; ἀλλὰ θησαυρίζετε ἐν οὐρανῷ, ὅπου οὐκ ἔστιν ἡ σῆς, οὐδὲ σκώληξ κατεσθίων, οὐδὲ λῃστὴς διορύσσων. Ὦ ἄθλιε καὶ ταλαίπωρε· τῇ γῇ πιστεύεις τὸν θησαυρόν σου, καὶ τῷ Θεῷ οὐ πιστεύεις τῷ εἰπόντι· Ὃ ἑνὶ τούτων τῶν ἀδελφῶν σου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε; Ποίαν συγγνώμην ἕξεις; Χρυσὸν φιλεῖς τὸν αἱμοβόρον, τὸν πᾶσι πολέμιον, καὶ πᾶσι ποθεινὸν, τὸν ὑπὸ πάντων φιλούμενον, καὶ πᾶσιν ἐπιβουλεύοντα, τὸν δραπέτην, τὸν οἰκέτην, τὸν ἀγνώμονα; Οὐκ οἶδας οἷός ἐστιν ὁ πλοῦτος; καθάπερ πόρνη ἀσυνείδητος, τούτῳ ὁμιλεῖ, ἐκεῖθεν ἐκείνῳ νεύει, ἄλλῳ συντίθεται. Τί εἶ, ἄνθρωπε; Σήμερον ἄρχων, καὶ αὔριον ἀρχόμενος· σήμερον πλούσιος, καὶ αὔριον πένης· σήμερον δικάζεις, καὶ αὔριον δικάζῃ. Ὁρᾷς τὴν τοῦ βίου μεταβολήν· οὐχ ὡς σκιὰ παρατρέχει; οὐ κάπνου εὐτελέστερος; οὐχ ὡς ἀράχνη διασπᾶται; Οὐ παύσομαι ὑμᾶς παιδεύων; κἄν τε μὴ ποιῆτε. Γέγραπται γάρ· Λάλει εἰς ὦτα ἀκουόντων. Παρακοὴ θάνατον ἐργάζεται. Μιμήσασθε καὶ τὴν χήραν ἐκείνην τὴν τοὺς δύο ὀβολοὺς δώσασαν, πῶς ἐδικαιώθη. ∆ύο ὀβολοὺς οὐκ ἔχεις; ἕνα δός. Ὃ ἔχεις, κἂν ἄρτον· κἂν στέναξον ἰδὼν τὸν πένητα, καὶ δέδεκται ἡ δέησις. Ὁ γὰρ ἐπιστάμενος τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου, ὁ τὰ πάντα ἐπιγνοὺς πρὶν γενέσεως, οἶδεν ὅτι εἰ εἶχες, ἐδίδους. 95.1509 Τὴν γὰρ καρδίαν ἐξερευνᾷ καὶ οἶδεν. Ἄνθρωπος γὰρ ὄψεται εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν πενήτων ἐν τοῖς σοῖς ἀποκρύπτων; τί αἰτούμενος παρ' αὐτῶν, ἀγανακτεῖς ὡς οἴκοθεν ἀναλίσκων; τὰ πατρῷα θέλουσιν, οὐ τὰ σά· τὰ ἐγχειρισθέντα σοι δι' αὐτοὺς, οὐ μετὰ σοῦ γεννηθέντα ἔλαβες. ∆ὸς καὶ τὴν χρῆσιν· κέρδανον, καὶ ἀρκεῖ σοι, ὅτι διδόναι οὐ λαμβάνειν προσετάχθης. Αὐτοῦ αἱ ἁρπαγαὶ καὶ ἄλλων αἱ ἡδοναί. Αὐτοῦ αἱ κατάραι, καὶ ἄλλων αἱ θεραπεῖαι. Κατ' αὐτοῦ οἱ στεναγμοὶ, καὶ παρ' ἑτέροις οἱ πλεονασμοί. Κατ' αὐτοῦ τὰ δάκρυα, καὶ παρ' ἑτέροις τὰ χρήματα· Αὐτὸς ἐν ᾅδῃ κολάζεται, καὶ ἄλλοι πολλάκις ἐν τοῖς αὐτοῦ τρυφῶντες ψάλλουσιν. Λέοντες μὲν, καὶ ἄρκτοι, καὶ παρδάλεις, ἐν μέσαις ταῖς πόλεσι, τίνος χάριν φιλοτίμως σιτίζονται, ὁ δὲ πτωχὸς ἐπὶ τοῦ ἐδάφους ἕρπει συντετηκώς; Καὶ ὁ λέων θαλπόμενος τῶν δημοσίων κρεῶν τὴν κνίσσαν ἐρεύγεται. Οὗτινος τὴν χρείαν ἐὰν ἐρωτήσω, μᾶλλον ἐγκαλυφθήσομαι. Θηρίων γὰρ ὀδόντας ἀκονῶσιν οἱ ἄνθρωποι κατὰ ἀνθρώπων. Μή μοι λέγε, ὅτι Πενίαν φοβοῦμαι. Πενίαν φοβῇ, καὶ ἁμαρτίαν οὐ φοβῇ; Πενίαν μὴ φοβηθῇς, ἀλλ' ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Ὁ ∆εσπότης αἰτεῖ ἐντολὴν, καὶ οὐ δίδως αὐτῷ. Ὅταν γὰρ ἀκούσῃς αὐτοῦ λέγοντος· Ὅ τι ἑνὶ ἐκ τούτων τῶν ἀδελφῶν μου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε, ὅρα, ὅ τι ἂν δῷς τῷ πένητι, τῷ Χριστῷ δίδως. Ἐὰν οὖν μὴ δῷς αὐτῷ, πῶς σὺ αἰτήσῃ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἵνα ἐλεήσῃ σε; Ἆρα σοι οὐκ ἐγκαλεῖ, ὅτι Πεινῶντά με εἶδες, καὶ οὐκ ἔθρεψας; ∆ιψῶντά με εἶδες, καὶ οὐκ ἐπότισας; γυμνόν με εἶδες, καὶ οὐκ ἐνέδυσας; Τί ἆρα ἐρεῖς αὐτῷ, ἢ ποίαν συγγνώμην ἔχεις; Σὺ μὲν σηρικὰ, καὶ λαγῷα, καὶ αἴγεια περιβέβλησαι, καὶ ὁ πένης ῥάκος οὐκ ἔχει. Καὶ σὺ τρώγεις φασιανοὺς καὶ χῆνας, καὶ ὅσα εἰσὶν ἐν ἐδέσμασι, καὶ ὁ πένης οὐκ ἰσχύει τὴν ἑαυτοῦ κοιλίαν ἄρτων χορτάσαι. Σὺ ἔχεις τοίχους χρυσορόφους καὶ μάρμαρα Λακεδαιμόνια ποικίλα, καὶ κίονας, καὶ περικεφαλαίας κιόνων χρυσᾶς, καὶ ὁ πένης καλύβην οὐκ ἔχει. Καὶ ἐνίοτε ἔχεις τὸν οἶκον ἀπὸ ἁρπαγῆς, ἀπὸ πλεονεξίας. Καὶ συντελευτᾷς, καὶ ἀπάγεις μηδὲν ἔχων, καὶ μένει ὁ οἶκός σου διηνεκὴς κατήγορος, ἐλέγχων τὰς σὰς πράξεις. Ἕκαστος γὰρ ὁ παρερχόμενος μέλλει λέγειν· οὗτος ὁ οἶκος τοῦ ἅρπαγος, τοῦ πλεονέκτου. Πόσας χήρας ἐκάκωσε; πόσους ὀρφανοὺς ἐποίησε; πόσα ὑπάρχοντα καθήρπασε; πόσους πένητας ἐπλεονέκτησε; Μή μοι λέγε, ὅτι Ὕπατός εἰμι, ἢ ὅτι Ὕπαρχός εἰμι. Οὐκ οἶδα ἀξίωμα· οὐ διαβάλλω πλοῦτον· ἀλλὰ τοὺς τῷ καλῷ 95.1512 κακῶς κεχρημένους. Οὐ γὰρ κακὸν τὸ πλουτεῖν· εἴ τι γὰρ ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν ∆ιὰ τὰ χρήματα τὰ ἐλεύθερα στοιχεῖα πεπράκαμεν. Αἱ ὁδοὶ τελωνοῦνται· τὰ ὕδατα δεσποτεύονται· ὁ ἀὴρ φωναῖς ὑποβάλλεται. Πολυλόγοι, καὶ φορολόγοι, καὶ τελῶναι, τὰς πόλεις συνέχουσιν. Οἱ