1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

147

πλούσιοι ταῖς φροντίσιν ἐκτήκονται· οἱ δανεισταὶ ταῖς μερίμναις μαραίνονται· οἱ ἅρπαγες τὸν βίον ταράσσουσιν· οἱ φιλοχρήματοι τὰ δικαστήρια κατατρίβουσιν· οἱ συκοφάνται τὸ ψεῦδος πιπράσκουσιν· οἱ κερδέμποροι τὰς συμφορὰς πραγματεύονται, ἀλλήλους ψευδόμενοι τοὺς ὅρκους ἀνηλώσαμεν, εἰς τὸ ὀμνύειν μόνον τὸν Θεὸν ἐπιστάμενοι. Ἡ γῆ λοιπὸν τὰ κακὰ βαστάζειν οὐ δύναται. Ὁ ἀὴρ μέχρις αὐτοῦ τοῦ αἰθέρος μεμόλυνται. Οὕτω δὴ πάντων ἐν κακοῖς σεσοβημένων ἡμῶν, ὁ προφήτης τὸν βίον ἐκπτυόμενος βοᾷ λέγων· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν. Ἄνθρωπος μόνον, ὦ προφῆτα, ταράσσεται; ἢ λογικὴ μόνον πλάσις κατηγορεῖται, ὦ προφῆτα; Οὐδὲν ἕτερον τῶν ἐν ζώοις ταρασσόμενον εὗρες; Ναὶ, ταράσσεται, φησὶ, καὶ τὰ ὕδατα, καὶ πάλιν ἀποκαθίσταται. Σαλεύεται ἡ γῆ, καὶ πάλιν ἑδράζεται. Κινοῦνται οἱ ἄνεμοι, καὶ πάλιν ἡσυχάζουσι. Θοβυρεῖται πᾶν θηρίον, καὶ κορεννύμενον παύεται. ∆ιεγείρεται φλὸξ, καὶ τὴν ὑποκειμένην ὕλην ἀναλώσασα σβέννυται· ἄνθρωπος δὲ ταρασσόμενος ἐπὶ χρήμασι οὐδέποτε παύεται. Ἔλαβε τοῦτο, καὶ πρὸς ἕτερον ἀποβλέπει. Ἐκράτησεν ἐκεῖνο, καὶ προσέτι κέχηνεν. Τὰ ἑκατὸν διπλασιάζειν ἐπείγεται, καὶ τὰ διαπλασιασθέντα πάλιν δεκαπλασιάζειν φιλονεικῶν, ἐπὶ τοσούτοις αὖθις τοσαῦτα σωρεύειν ἐπειγόμενος, καὶ οὐδέποτε σωρεύων παύεται, ἕως τὸ τέλος αὐτοῦ σωρευθῇ. Κατάδικός ἐστι, τῷ πυρετῷ τῆς φιλαργυρίας συνεχόμενος, ὠχρότερος τοῦ χρυσίου περιέρχεται, διὰ τὸν πολυπόθητον πλοῦτον, τὸν ἀβέβαιον φίλον, πλοῦτον τὸν ἄπιστον σύνοικον, τὸν ἐπίβουλον πόθον, τὸν ὑποδέσποτον ἐμπαίκτην, τὸν πολυέραστον χλευαστὴν, τὸν ἕτοιμον μεταβάτην, τὸν ὑπόπτερον δέσμιον, τὸν πάσης ὀνείρων φαντασίας κουφότερον, τὸν πολεμοποιὸν, τὸν πάσης ἐλπίδος ὀξυτέρως φεύγοντα, τὸν ἐν τῷ κρατεῖσθαι ἀφιπτάμενον ἄνεμον, πλοῦτον τὸν πάσης ἀσωτίας γεννήτορα τὸν πάσης ἀκολασίας συνήγορον, τὸν πάσης κακίας εὑρέτην, τὸν συνεργὸν πάσης ψυχοφθόρου τροφῆς, τὸν ἀντίπαλον τῆς ἐγκρατείας, τὸν πολέμιον τῆς σωφροσύνης, τὸν πάσης ἀρετῆς λανθάνοντα κλέπτην. Ἀλλὰ τί, φησὶ, διαβάλλω τὸν πλοῦτον τοὺς κεκτημένους ἀφείς; ἀδικεῖται καὶ αὐτὸς ὁ πλοῦτος, δέσμιος ὑπ' αὐτῶν καὶ πεπηδημένος κατεχόμενος. Ἔοικέ μοι πρὸς αὐτοὺς τοιαύτην ἀφιέναι φωνήν· Τί με τὸν πλοῦτον, ὦ φιλοχρήμονες, συμποδίζετε; τί με καθάπερ δραπέτην μυρίοις δεσμοῖς περισφίγγετε; ἀπὸ μετάλλων εἰς μέταλλα, εἰς τὰς ὑμῶν χεῖρας παραπέμπετε εἰ θέλετέ με κἂν μικρὸν εἰς τὸ φῶς ἀνανεῦσαι, ἐάσατέ με κἂν μικρὸν εἰς τὰς τῶν πενήτων δεξιὰς μεταβῆναι ἐπειγόμενον. Ἀλλὰ, φησὶ, τέκνοις συνάγω τὸν θησαυρὸν, ἵνα μὴ πενίας γένωνται κληρονό 95.1513 μοι. Καλῶς, ὁ πολυφάνταστος πλούσιος τὰ παρόντα οὐκ οἶδε, καὶ περὶ τῶν μελλόντων φροντίζει. Τὰ κατ' αὐτὸν ἀγνοεῖ, καὶ τὰ περὶ τῶν τέκνων ψηφίζει· εἰ θάπτεται, οὐκ ἐπίσταται, καὶ περὶ κληρονόμων βουλεύεται. Ἄφρον, εἰπέ μοι τὸ σὸν τέλος, καὶ τότε περὶ τῶν τέκνων ἀσφάλισαι. Εἰπέ μοι τὰ τῆς σήμερον, καὶ τότε σοι πιστεύσω τὰ τῆς αὔριον. Τί σεαυτὸν καὶ μετὰ θάνατον ἀπατᾷς; τί θέλεις εἶναι νεκρὸς χλευαζόμενος; Τί διορίζεις τοῦ Θεοῦ τὰ πρακτέα; τί νομοθετεῖς τὴν πρόνοιαν; Τὰ σοὶ δεδομένα, αὐτὰ μερίμνα. Οὐδὲν πρὸς σὲ περὶ τῶν μετὰ σέ. Οὐ δύνασαι καὶ νεκρὸς εἶναι, καὶ διοικέτης ζώντων. Οὐδεὶς τῶν ἐν ᾄδου τῶν ὑπὲρ γῆς ἐπετρόπευσεν. Εἷς ἐστιν ὁ ζώντων καὶ νεκρῶν κριτὴς, καὶ ζυγοστατῶν ἑκάστου τὸ δίκαιον. Θησαυρίζει γὰρ, φησὶν ὁ προφήτης, καὶ οὐ γινώσκει τίνι συνάγει αὐτά. Τί τῶν πενήτων ὡς ὀρφανῶν κατατρέχεις; τί αἰτούμενος παρ' αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων. Τὰ πατρῷα θέλουσιν, οὐχὶ τὰ σά· τὰ πιστευθέντα σοι δι' αὐτοὺς, καὶ οὐχὶ μετὰ σοῦ γεννηθέντα. Ἃ ἔλαβες, δὸς, καὶ τὴν χρῆσιν κέρδανον. Ἀρκεῖ σοι, ὅτι διδόναι, οὐ λαμβάνειν προσετάχθης. Ἀρκεῖ σοι, ὅτι διὰ πτωχοῦ ὁ Θεὸς τὴν δεξιάν σοι προτείνει. Βρέχων τὴν ὑπ' οὐρανὸν χαλκοῦ ψεκάδα σε προσαιτεῖ. Ὁ βροντῶν καὶ ἀστράπτων, Ἐλέησον, σοὶ λέγει. Ὁ περιβάλλων τὸν οὐρανὸν νεφέλαις, ῥάκιον αἰτεῖ παρὰ σοῦ. Ἀρκεῖ σοι, ὅτι οἱ πένητες ὡς Θεόν σε λιτανεύουσι καὶ ἱκετεύουσιν· Οἰκτίρμων ἐλέησον· ἐλεήμων οἴκτειρον. Σὺ