1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

76

περὶ τόκους ἀπληστεύεται· ὁ δὲ τὸ κεφάλαιον ἀποστερεῖν διισχυρίζεται. Οὗτος ἀπορῶν ὀδυνᾶται, ἐκεῖνος εὐπορῶν θορυβεῖται. Ὁ μὴ ἔχων ὀνειδίζεται, καὶ ὁ ἔχων ἐπιβουλεύεται· ὁ κρατῶν ἐνεδρεύεται, ὁ ἐν ἀρχαῖς ὑποβλέπεται· ὁ ἐν ἐξουσίαις μισεῖται, ὁ ἐν δυναστείαις σκευάζεται· οἱ πόλεμοι συνεχεῖς, οἱ φόνοι ἐπάλληλοι. Ἡ ἀπληστία τυραννεῖ, ἡ πλεονεξία δυναστεύει, τὸ ψεῦδος ὑπεραίρεται· ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν, ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν· ἡ φιλία μέχρι τραπέζης περιώρισται, οἱ δὲ καὶ τὴν ἰδίαν ἰσχὺν ἀπώλεσαν· αἱ προσηγορίαι ὑποψίας πεπλήρωνται. Οὕτω δὴ πάντων ἐν κακοῖς σεσοβημένων ἡμῶν, ὁ προφήτης τὸν βίον ἐκπτυόμενος ἐκβοᾷ, λέγων· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.

ΤΙΤΛ. Ζʹ. -Περὶ βιαίου καὶ βιαστοῦ.

Μὴ βιάζου ῥοῦν ποταμοῦ. Τὸν θέλοντα βοῦν ἔλαυνε. Μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως. Τὸ ἠναγκασμένον, καὶ παρὰ φύσιν, ἐπ' ὀλίγον ἀνίσχον, καὶ τοῦτο βιαίως, καὶ μόλις ταχὺ διελύθη εἰς τὰ ἐξ ὧν συνετέθη. Τὸ ἀκούσιον πρὸς τὸ τυραννικὸν εἶναι, καὶ οὐκ ἐπαινετὸν, οὐδὲ μόνιμον. Φιλεῖ γὰρ τὸ βιασθὲν, ὥσπερ φυτὸν βίᾳ χερσὶ μετασπώμενον, εἰς ἑαυτὸν πάλιν 95.1285 ἀφεθὲν ἀνατρέχειν. Τὸ δὲ ἐκ προαιρέσεως, ἐννομώτατον ἅμα καὶ ἀσφαλέστατον, εὐνοίας δεσμῷ τηρούμενον. -Βουλομένων, οὐ τυραννουμένων τὸ τῆς εὐσεβείας μυστήριον. Τό τε βεβιασμένον, καὶ ἀηδὲς ταχύ· τὸ δὲ ἀβίαστον, οὐκ ἔχει κόρον, ἀλλ' ἀεὶ χάριτί τε καὶ πόθῳ θάλλει. Μάλιστα πάντων Χριστιανοῖς οὐκ ἐφίεται τὸ πρὸς βίαν ἐπανορθοῦν τὰ τῶν ἁμαρτημάτων πταίσματα. Οὐ γὰρ τοὺς ἀνάγκῃ τῆς κακίας ἀπεχομένους, ἀλλὰ τοὺς προαιρέσει, στεφανοῖ ὁ Θεός. Βία Θεῷ οὐ πρόσεστιν.

ΤΙΤΛ. Ηʹ. -Περὶ βλασφήμου καὶ μεγαλοῤῥήμονος.

Εἶπε Κύριος πρὸς Μωσῆν· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· Ἄνθρωπος ὃς ἐὰν καταράσηται Θεὸν, ἁμαρτίαν λήψεται· ὁ ὀνομάζων δὲ ὄνομα Κυρίου, λίθοις λιθοβολείτω αὐτὸν πᾶσα συναγωγὴ υἱῶν Ἰσραήλ. Μὴ ἐξελθέτω μεγαλοῤῥημοσύνη ἐκ τοῦ στόματος ὑμῶν. Τί ἐτόλμησεν ἡ καρδία σου, ὅτι θυμὸν ἔῤῥηξας ἔναντι Κυρίου; Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα· τοὺς εἰπόντας, Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστιν; Ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντεῖπε πρὸς τὸν Θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοὶ, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται. Μεθύσατε αὐτὸν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη. Τάδε λέγει Κύριος· Ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ, ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους, λοιμοὺς ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν. Φιλάνθρωπον πνεῦμα σοφίας, καὶ οὐ κατορθώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ. Ὁ βάλλων λίθον εἰς ὕψος, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει. Πᾶσα ἁμαρτία ἀφεθήσεται τοῖς ἀνθρώποις· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται, οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι. Ὁ μὲν ἁμαρτάνων, παραβαίνει νόμον· ὁ δὲ βλασφημῶν, εἰς αὐτὴν ἀσεβεῖ τὴν Θεότητα. Τοὺς ἐν τῇ πόλει βλασφημοῦντας, σωφρόνιζε· κἂν ἀκούσῃς τινὸς ἐν ἀμφόδῳ, ἢ ἐν ἀγορᾷ, ἐπιτίμησον, κἂν πληγὰς ἐπιθεῖναι δέῃ, μὴ παραιτήσῃ. Ῥάπισον αὐτοῦ τὴν ὄψιν, σύντριψον αὐτοῦ τὸ στόμα, ἁγίασόν σου τὴν χεῖρα διὰ τῆς πληγῆς. Κἂν ἐγκαλῶσί τινες, κἂν εἰς δικαστήριον ἕλκωσιν, ἀκολούθησον. 95.1288 Καθάπερ ὁ λίθον ἀκοντίζων εἰς τὸ ὕψος, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δύναται, οὐδὲ πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ ἰδίᾳ δέχεται κορυφῇ, πρὸς τὸν ἀκοντίσαντα ἐπανιόντος τοῦ λίθου· οὕτως καὶ ὁ βλασφημῶν εἰς τὴν μακαρίαν τοῦ Θεοῦ οὐσίαν, ἐκείνην οὐ παραβλάψει ποτὲ, πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν· κατὰ δὲ τῆς ἑαυτοῦ ψυχῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενόμενος.