1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

31

χαίρειν ἔστι. Καὶ μὴν οὐδὲ ἐπὶ ῥώμῃ, καὶ εὐτονίᾳ, καὶ τοῖς ἄλλοις τοῦ σώματος πλεονεκτήμασιν. ἃ καὶ τῶν φαυλοτάτων ἐστὶ κοινὰ, καὶ τοῖς ἔχουσι πολλάκις ὄλεθρον ἀπαραίτητον ἤνεγκεν διὰ τὸ ἀσύστατον καὶ ἀβέβαιον. Πάντων μὲν, εἰ δεῖ τ' ἀληθὲς εἰπεῖν, ἄκυρον ἄνθρωπος, οὐδενὸς ἐνειλημμένος, οὐχ ὅ τι τῶν ἄλλω ἀλλ' οὐδὲ τῶν περὶ αὐτὸν βεβαίως, οὐχ ὑγείας, οὐκ εὐαισθησίας, οὐκ ἀρτιότητος τῆς περὶ τὰ ἀλλὰ τοῦ σώματος, οὐχὶ φωνῆς, οὐκ ἀγχινοίας. Τὰ γὰρ κατὰ πλοῦτον, ἢ δόξαν, ἢ φίλους, ἢ ἀρχὰς, ἢ ὅσα ἄλλα τυχηρὰ, τίς οὐκ οἶδεν ὡς ἔστιν ἀβέβαια; Ὥστε ἀνάγκη ὁμολογεῖν, ὅτι περὶ ἕνα τὸ κύρος τῶν ἁπάντων ἐστὶ, τὸν ὄντα ὄντος Κύριον.

ΤΙΤΛ. ΙΑʹ. -Περὶ ἀγαθοεργίας· καὶ ὅτι χρὴ τὸ ἀγαθὸν πρὸς πάντα ποιεῖν· καὶ

ὅτι χρὴ τὰ βάρη τοῦ πλησίον φέρειν, καὶ μὴ μνησικακεῖν, ἀλλ' ἀντιλαμβάνεσθαι αὐτοῦ, καὶ ἐλέγχειν τὰ ὡς εἰκὸς παρ' αὐτοῦ γινόμενα κακὰ, καὶ μὴ ἀντιδιδόναι

κακὸν ἀντὶ κακοῦ. Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον πλανώμενα ἐν τῇ ὁδῷ,

ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγίζῃ τῷ ἀδελφῷ σου, μηδὲ ἐπίστῃ αὐτὸν, συνάξεις αὐτὰ μετὰ σεαυτοῦ, ἕως ἂν ζητήσῃ αὐτὰ ὁ ἀδελφός σου, καὶ ἀποδῷς αὐτά. Ἐὰν συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ. Ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ συνάγεις αὐτῷ μετ' αὐτοῦ. Ἀγαπήσεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν Ἐὰν πένηται ὁ ἀδελφός σου, καὶ ἀδυνατοῖ ἐν ταῖς χερσὶν παρά σοι, ἀντιλήψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου· καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. Οὐ λήψῃ παρ' αὐτοῦ τόκον, οὐδὲ πλεονασμόν. 95.1137 Ἐξῆλθεν ∆αβὶδ ἀπὸ τοῦ σπηλαίου, καὶ ἐβόησεν ὀπίσω Σαοὺλ, λέγων· Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαοὺλ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε ∆αβὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. Καὶ εἶπεν ∆αβίδ· Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων· Ἰδοὺ ∆αβὶδ ζητεῖ τὴν ψυχήν σου; Ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου, ὥσπερ ἔδωκέ σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου καὶ εἶπα· Οὐκ ἐποίσω χεῖρά μου εἰς τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτος. Καὶ ἰδοὺ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, καὶ οὐκ ἀπέκταγκά σε. Καὶ ἐπῆρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσεν, καὶ εἶπε πρὸς ∆αβίδ· ∆ίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθὰ, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά. Τεκταινόμενος ἀγαθὰ, ζητεῖ χάριν ἀγαθήν. Μὴ πλατύνου σοῖς χείλεσιν· μὴ εἴπῃς· Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, ὑπὲρ ὧν με ἠδίκησεν. Μὴ εἴπῃς· Τίσομαι τὸν ἐχθρόν· ἀλλ' ὑπόμεινον τὸν Κύριον, ἵνα σε βοηθήσῃ. Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν. Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ Κύριος ἀνταποδώσει σοι ἀγαθά. Ὁδοὶ μνησικάκων εἰς θάνατον. Ὃς μνησικακεῖ, παράνομος. Ὁ κρύπτων ἔχθραν, συνίστησι δόλον. Κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ οὐ μὴ μνησικακῆτε ἐν ταῖς καρδίαις ὑμῶν. Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ. Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ πονηρὸν, καὶ ἔσται μεθ' ὑμῶν Κύριος. Ἀκούσατε ῥῆμα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. Εἴπατε, ἀδελφοί μου, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ὑμῖν ἐν εὐφροσύνῃ ὑμῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται. Ἐπὶ παντὸς ἀδικήματος μὴ μηνίσῃς τῷ πλησίον σου. Ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται. Μνήσθητι τὰ ἔσχατά σου, καὶ παῦσαι ἐχθραίνων. ∆άνεισον τῷ πλησίον σου κατὰ δύναμίν σου. Ἔλεγξον τὸν πλησίον σου, μήποτε οὐκ ἐποίησε· καὶ εἴ τι ἐποίησε, μήποτε προσθῇ. Ἔλεγξον τὸν φίλον, μήποτε οὐκ εἶπε· καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερεύσῃ. Νόει τὰ τοῦ πλησίον ἐξ ἑαυτοῦ. Ἅνθρωπος ἀνθρώπῳ συντηρεῖ