1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

37

χάλαζα, καὶ λιμὸς, καὶ θάνατος, πάντα ταῦτα εἰς κόλασιν ἁμαρτωλῶν ἐκτίσθη. Θάνατος, καὶ ἔρις, καὶ ῥομφαία, καὶ μάστιξ, ἐπὶ τοὺς ἀνόμους ἐκτίσθησαν. Οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον Κυρίου. Πένθος νεκροῦ ἑπτὰ ἡμέραι· μωροῦ δὲ καὶ ἀσεβοῦς, πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ. Ὡς ῥομφαία δίστομος, πᾶσα ἁμαρτία Οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν. Ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας. Ἐὰν γὰρ προσέλθῃς, ἕξεταί σε· ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς, ἀναιροῦντες ψυχάς. Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν. Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς. Ἀναχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ. Τάλας ἐγὼ, οὐδὲ ἐμνήσθην, ὅτι ὁ Θεὸς νοῦν ὁρᾷ, καὶ ψυχῆς ἐπιτηρεῖ φωνήν. Συνεργῶν ὁ ἐχθρὸς πρὸς ἁμαρτίαν, πρὸς ἐμαυτὸν λέγει· Ἐλεήμων ἐστὶν ὁ Θεὸς, καὶ ἀνέξεταί μου. Καὶ μὴ πληγεὶς παραχρῆμα, οὐκ ἐπαυσάμην, ἀλλὰ μᾶλλον κατεφρόνησα συγγνώμης. καὶ ἐδαπάνησα Θεοῦ μακροθυμίαν. Ὥσπερ συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ ἐμβαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε ἐρεῖ ὁ βασιλεὺς καὶ τοῖς ἐξ εὐωνύμων. Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ πονηρά. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. Οὐκ ἔστι δένδρον καλὸν, ποιοῦν καρπὸν σαπρὸν, οὐδὲ δένδρον σαπρὸν, ποιοῦν καρπὸν καλόν. Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέξουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν. Τὰ ὀψώνια τῆς ἁμαρτίας, θάνατος. Ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον. 95.1160 Ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου ἐστὶν, ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν· τινῶν δὲ καὶ ἐπακολουθοῦσι. Βαρυτάτη κόλασις τοῖς εὖ φρονοῦσιν, ὁ ἀπὸ Θεοῦ χωρισμός. Ἀσέβεια κυρίως λέγεται ἡ εἰς Θεὸν ἁμαρτία. Ἀμήχανον ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας. Μηδεὶς οἰέσθω τῶν ἐσφαλμένας περὶ Θεοῦ ἐχόντων ὑπολήψεις, ὅτι δεκταὶ αὐτῶν εἰσὶν αἱ ἐν ψαλμῳδίαις αἰνέσεις. Θεοῦ ἄγνοια θάνατός ἐστι ψυχῆς. Τίνι οὐαί; τίνι θλίψεις; τίνι ἀπορία καὶ σκότος; τίνι αἰωνία κατάκρισις; οὐ τοῖς παραβάταις; οὐ τοῖς τὴν πίστιν ἀρνησαμένοις; Τίς δὲ τῆς ἀρνήσεως ἔλεγχος; οὐχ ὅτι τὰς οἰκείας ὁμολογίας ἠθέτησαν; Ὥσπερ ὁμολογία τῆς εἰς Θεὸν πίστεως, τὸν τῆς εὐσεβείας μακαρισμὸν προξενεῖ, οὕτω καὶ ἡ ἄρνησις τῇ κατακρίσει τῆς ἀθεότητος ὑποβάλλει. Παρεμβαλεῖ ἄγγελος Κυρίου παντὶ πεπιστευκότι εἰς τὸν Κύριον. Ἄγγελος παρεδρεύει, ἐὰν μήποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία. Ὁ κοπιάσας ἐν τῷ αἰῶνι τούτῳ, ζήσεται εἰς τέλος. Ὁ δὲ ἐν τρυφῇ καὶ ἐκλύσει πάσῃ διάγων, διὰ τὸ ἁβροδίαιτον πορφύραν καὶ βύσσον ἐνδεδυμένος, καὶ εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς, καὶ φεύγων τοὺς ὑπὲρ ἀρετῆς καμάτους, οὔτε ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ζήσεται ἐν τῷ μέλλοντι, ἀλλὰ μακρὰν ὄψεται τὴν ζωὴν, βασανιζόμενος ἐν τῇ φλογὶ τῆς καμίνου. Ὥσπερ ἡ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργεῖς τὰς πράξεις ἐξεικονίζουσαι. Οὔπω ἡ καταδίκη ἐνεπόδιζε τῇ εὐθηνίᾳ τῆς γῆς. Πρεσβυτέρα γὰρ αὕτη τῆς ἁμαρτίας, δι' ἣν κατεκρίθημεν ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ἐσθίειν τὸν ἄρτον. Πλὴν τὸ ῥόδον ἄνευ