1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

139

ἀλλὰ φράσσεται στόμα ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα, οἷα ὑφ' ἡμῶν κατεσκεύασται. Πῶς σοι δυνηθῶ ὑπ' ὄψιν ἀγαγεῖν τὰ φρικτά; Ἐὰν ἄρα ἀκούσῃς, ἐὰν ἄρα ἐνδῷς, μνήσθητι τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ ἀποκαλύπτεται ἔνδοξος τοῦ Χριστοῦ παρουσία. Τότε ἀναστήσονται, οἱ μὲν τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα, εἰς ἀνάστασιν κρίσεως. Τότε αἰσχύνη αἰώνιος τοῖς ἁμαρτωλοῖς, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλων τοὺς ὑπεναντίους. Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω σε ἡ ἐντολή. Πῶς σε δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπιθυμεῖς· γέενναν οὐ φοβῇ. Πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ τὰ φρικτὰ οὐ πτοεῖ, τὰ φαιδρὰ οὐ προτρέπεται, λιθίνῃ καρδίᾳ διαλεγόμεθα. ∆ιάβλεψον, ἄνθρωπε, πρὸς τὴν φύσιν τοῦ πλούτου. Τί τοσοῦτον ἐπτόησαι περὶ τὸν χρυσόν; λίθος ἐστὶν ὁ χρυσός· λίθος ὁ ἄργυρος· λίθος ὁ μαργαρίτης· λίθος τῶν λίθων ἕκαστος, χρυσόλιθον, καὶ βηρύλλιον, καὶ ἀχάτης, καὶ ὑάκινθος, καὶ ἀμέθυσος, καὶ ἴασπις. Ταῦτα δὴ τοῦ πλούτου τὰ ἄνθη, ὧν σὺ, τὰ μὲν ἀποτιθῇ κατακρύπτων, καὶ τοὺς διαφανεῖς τῶν λίθων τῷ σκότει κατακρύπτεις· τοὺς δὲ περιφέρεις τῶν βαρυτίμων, ἐναβρυνόμενος αὐτῶν τῇ αὐγῇ. Εἰπὲ, τί σοι ὄφελος λίθοις λαμπομένην περιστρέφειν τὴν χεῖρα; Οὐκ ἐρυθριᾷς λιθιδίων κισσῶν, ὡς γυναῖκες ὅταν κύωσιν; καὶ γὰρ ἐκεῖναι λιθίδια περιτρώγουσιν, καὶ σὺ λίχνως ἔχεις περὶ τὰ ἄνθη τῶν λίθων, σαρδόνυχας, ἰάσπιδας, καὶ ἀμεθύσους ἐπιζητῶν. Τίς καλλωπισθεὶς, μίαν ἡμέραν ἠδυνήθη τῷ βίῳ προσθεῖναι; τίνος ἐφείσατο θάνατος διὰ τὸν πλοῦτον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως πότε χρυσὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τοῦ θανάτου τὸ ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; ἕως πότε πλοῦτος, ἡ τῶν πολέμων ὑπόθεσις, δι' ὧν χαλκεύεται ὅπλα; διὸ ἀκονᾶται ξίφη; διὰ τοῦτο συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, ἀδελφοὶ κατ' ἀλλήλων φονικὸν βλέπουσιν. ∆ιὰ τὸν πλοῦτον αἱ ἐρημίαι τοὺς φονευτὰς τρέφουσι, θάλασσα τοὺς καταποντιστὰς, αἱ πόλεις τοὺς συκοφάντας. Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; τί πάσχετε, ἄνθρωποι; τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ' ὑμῶν ἐπιβουλὴν περιέτρεψε, συνεργὰ πρὸς τὸ ζῇν; Μὴ γὰρ ἀφορμὴ ἀπωλείας, ἀλλ' ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη· τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει δεσπότην, ἴδιον οἰκονόμον. Παρ' ἄλλου τὴν ζωὴν ἐδέξατο, καὶ παρ' αὐτοῦ τὰς ἀφορμὰς ἀναμένει τοῦ 95.1489 βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια; Εἰ θέλεις εἶναι τέλειος, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Ὅτε ᾔτεις παρὰ Κυρίου τὴν εὐπαιδίαν, ὅταν ἠξίους γενέσθαι τέκνων πατὴρ, ἆρα προσέθηκας τοῦτο· ∆ός μοι τέκνα, ἵνα πλεονέκτης γενόμενος τῇ προφάσει τῶν παίδων τῇ γεέννῃ παραδοθῶ· δός μοι παῖδας, ἵνα τοῦ Εὐαγγελίου καταφρονήσω; ∆εῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται, οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπελθὼν στεφανοῦται, οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθεῖ· οὐ τοίνυν μετὰ τὴν ζωὴν εὐσεβεῖ δηλονότι. Ἐν μέλανι καὶ γράμμασι κατεπαγγέλλῃ τὰς εὐποιίας. Τίς οὖν ἀναγγελεῖ σοι τὸν καιρὸν τῆς ἐξόδου, τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς; Πόσοι ἀπὸ βιαίων ἡρπάσθησαν συμπτωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους; πόσους πυρετὸς ἐποίησεν ἔκφρονας; Τί οὖν ἀναμένεις καιρὸν, ἐν ᾧ πολλάκις οὐδὲ τῶν σεαυτοῦ λογισμῶν ἔσῃ; Νὺξ βαθεῖα, καὶ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ, καὶ ὁ ἐφεδρεύων τῷ κλήρῳ ἕτοιμος. Πάντα πρὸς τὸ ἑαυτοῦ δόκιμον χρησάμενος ἄπρακτά σου τὰ βουλεύματα ποιῶν. Εἶτα περιβλεψάμενος ὧδε καὶ ὧδε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας, τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολήν· ὅτε ἡ μὲν γλῶσσα παρεῖται, ἡ δὲ χεὶρ ὑπότρομος ἤδη κλονουμένη ταῖς συνολκαῖς, ὡς μήτε φωνῇ, μήτε γράμμασι διασημᾶναι τὴν γνώμην. Καίτοι εἰ καὶ πάντα φανερῶς