1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

11

Τίτλος πρῶτος. -Περὶ ἀϊδίου θεότητος τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος· καὶ

ὅτι εἷς καὶ μόνος ἐπὶ πᾶσιν ὁ Θεός. Εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα τὴν ἡμετέραν, καὶ καθ'

ὁμοίωσιν. Εἶπεν ὁ Θεός· Ἰδοὺ γέγονεν Ἀδὰμ, ὡς εἷς ἐξ ἡμῶν. ∆εῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. 95.1072 Τίς Θεὸς πάρεξ τοῦ Κυρίου ἡμῶν, ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων καὶ τὸ λοιπόν. Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν αὐτοῦ κύκλῳ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶν ἐκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, καὶ ταῖς δυσὶν ἐκάλυπτον τοὺς πόδας ἑαυτῶν, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἔκραζον ἕτερος πρὸς ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ. πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα, ἐγώ εἰμι. Γνῶτε, καὶ πιστεύσατέ μοι, καὶ συνῆτε, ὅτι εἰμί· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμοῦ οὐκ ἔσται. Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων. Οὕτως λέγει Κύριος, Θεὸς βασιλεὺς Ἰσραὴλ, καὶ ὁ ῥυσάμενος αὐτὸν, Κύριος Σαβαώθ. Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐρχόμενα πρὸ τοῦ ἐλθεῖν ἀπαγγειλάτω μοι. Ἐγὼ Κύριος ὁ Θεὸς, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Κύριος ἀληθινός ἐστι, Θεὸς ζώντων, καὶ βασιλεὺς αἰώνων. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Καὶ βαπτισθεὶς ὁ Κύριος, ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος. Καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδεν τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ' αὐτόν. Καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα. Στέφανος δὲ ὑπάρχων πλήρης Πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδεν δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. Οὐδεὶς Θεὸς εἰ μὴ εἷς. Καὶ γάρ εἰσι θεοὶ λεγό 95.1073 μενοι, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ. ∆ιαδραμὼν τὰ σύμπαντα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀνανεύσας τοῖς λογισμοῖς, ἐπέκεινα τὸν νοῦν ἀνυψώσας, ἐννόησον τὴν θείαν φύσιν, ἑστῶσαν ἄτρεπτον, ἀναλλοίωτον, ἀπαθῆ, ἁπλῆν, ἀσύνθετον, ἀδιαίρετον, φῶς ἀπρόσιτον, δύναμιν ἄφατον, μέγεθος ἀπεριόριστον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυμητὴν, κάλλος ἀμήχανον, σφοδρῶς μὲν τῆς τετρωμένης ψυχῆς καθαπτόμενον, λόγῳ δὲ δηλωθῆναι πρὸς ἀξίαν ἀδύνατον. Ἐκεῖ Πατὴρ, ἐκεῖ Υἱὸς, ἐκεῖ ἅγιον Πνεῦμα, ἡ ἄκτιστος φύσις, τὸ ∆εσποτικὸν ἀξίωμα, ἡ φυσικὴ ἀγαθότης· Πατὴρ ἡ πάντων ἀρχὴ, ἡ αἰτία τοῦ εἶναι τοῖς οὖσιν, ἡ ῥίζα τῶν ζώντων. ὅθεν προῆλθεν ἡ πηγὴ τῆς ζωῆς, ἡ σοφία, ἡ δύναμις, ἡ εἰκὼν ἀπαράλλακτος τοῦ ἀοράτου Θεοῦ, ὁ ἐκ τοῦ Πατρὸς γεννηθεὶς Υἱὸς, ὁ ζῶν Λόγος, ὁ Θεὸς ὢν, καὶ πρὸς τὸν Θεὸν ὤν· οὐχὶ προσγενόμενος, ὑπάρχων πρὸ τῶν αἰώνων· οὐχὶ προσκτηθεὶς ὕστερον· Υἱὸς, οὐχὶ κτῆμα· ποιητὴς, οὐχὶ ποίημα· κτίστης, οὐχὶ δὲ κτίσμα· πάντα ὢν ὅσα ἐστὶν