1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

56

εὐχερές. Ἡ ἁπλότης τιμία παρὰ Θεῷ. Τὸ γὰρ πανουργὸν, εἰ καὶ δεκτὸν ἐν τοῖς κατὰ Θεὸν σπουδάσμασιν, ἀλλ' οὐδαμῶς εἰς ἀρετῆς εὐωδίαν καταλογισθείη ποτέ.

ΤΙΤΛ. Κϛʹ. -Περὶ ἀκτημοσύνης, καὶ αὐταρκείας, καὶ ὀλιγοδείας. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον τῶν ἁμαρτωλῶν πολύν. Κρείσσων

ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόχθων μετὰ ἔχθρας. Κρείσσων ὀλίγων λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. Κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος 95.1221 πολλῶν ἀγαθῶν, καὶ ἀδίκων χρημάτων μετὰ μάχης. Πλοῦτον καὶ πενίαν μή μοι δῷς, Κύριε, σύνταξον δέ μοι τὰ δέοντα, καὶ τὰ αὐτάρκη, ἵνα μὴ πλησθεὶς, ψευδὴς γένωμαι, καὶ εἴπω· Τίς με ὁρᾷ; ἢ πενηθεὶς, κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ. Μέλι εὑρὼν, φάγε τὸ ἱκανὸν, μήποτε πλησθεὶς ἐξεμέσῃς. Ἐσθίειν μέλι πολὺ οὐ καλόν. Κρεῖσσον πλήρωμα δρακὸς μετὰ ἀναπαύσεως, ὑπὲρ πλήρωμα δύο δρακῶν ἐν μόχθῳ. Ζωὴ αὐταρκείας ἐργάτου γλυκανθήσεται. Ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ. Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους. Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς πάντα κοινά. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμὶ, αὐτάρκης εἶναι. Οἶδα ἐγὼ καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν ἐν παντὶ, καὶ ἐν πᾶσι· μεμύημαι καὶ χορτάζεσθαι, καὶ πεινᾷν, καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἶπεν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στομαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας. Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Οὐκ εὔχομαι πλουτεῖν, οὔτε ἔραμαι, ἀλλά μοι εἴη ζωὴ ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν. Μεγάλην ἔχε τὴν ψυχήν· τοῖχοι δὲ μικροὶ καὶ μείζους τὴν αὐτὴν χρείαν παρέχονται. Ἡ οἰκονομοῦσα τὸ ζῶον δύναμις, αὐτάρκειαν μὲν καὶ λιτότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων παραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας οὐκ ἐξαρκέσασα, τὰ ποικίλα· γένη τῶν νοσημάτων ἐποίησεν. 95.1224 Παράχρησίς ἐστιν ἡ ὑπὲρ τὴν χρείαν δαπάνη. Σκοπὸς ἐσθῆτος εἰς κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες. Ἀκτημοσύνην ἐκείνην ἔφη ὁ Κύριος τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα αὐτοῦ ἕκαστον περιεστάναι τὴν κτῆσιν. Οὐκ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ ἀτίμων, ὁμοίως καὶ ἀποβλήτων· ἀλλὰ ζῶμεν οὕτως ἁπλῶς καὶ σχεδίως, καὶ μικρόν τι τῶν θηρίων, οἷς ὁ βίος ἄσκευος καὶ ἀνεπιτήδευτος, διαφέροντες. Κρείσσων πενίη ἐπαινετὴ πλούτοιο κακίστου. ∆εινὸν πείνεσθαι, χεῖρον δ' εὐπορεῖν κακῶς. Ὄψον σοι γενέσθω ἡ ἔνδεια, καὶ τὸ μὴ ἐπιβαλεῖν κόρον τῷ κόρῳ, μηδὲ ἀμβλύνειν τῇ κραιπάλῃ τὴν ὄρεξιν. Ὁ τὴν ἡμέραν διδοὺς, καὶ τὰ εἰς τὴν ἡμέραν σοι δώσει. Τὸ καλῶς ἔχειν ὀλίγα, πολὺ τιμιώτερον τοῦ κακῶς ἔχειν πολλά. Ἡ εὐτελὴς δίαιτα κυλιομένη, καὶ προκόπτουσα, ἐπὶ πολὺ καταλύει τὰ τῆς πορνείας μαθήματα. Σιτίοις χρῶ, μὴ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις. Ὁ σπουδαῖος ὀλιγοδεὴς, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος· τὸ μὲν ἐπιδεὲς ἔχων, διὰ σῶμα θνητὸν, τὸ δὲ μὴ πολυδεὲς, διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.

ΤΙΤΛ. ΚΖʹ. -Περὶ ἀπάτης κατ' οἰκονομίαν γινομένης καὶ ὅτι ἀπάτη δόλου

ἀμοιροῦσα, ἔπαινον προξενεῖ τῷ δεδρακότι.