1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

74

μὴ λατρεύσῃς αὐτοῖς. Ἐγὼ γάρ εἰμι Κύριος. Πᾶς θυσιάζων θεοῖς ἑτέροις, ἐξολοθρευθήσεται. Οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθεμα ὥσπερ τοῦτο. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς. καὶ ὑποκάτω τοῦ οὐρανοῦ τούτου. Μάταιοι πάντες ἄνθρωποι, οἷς παρῆν Θεοῦ ἀγνωσία, καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα· οὔτε τοῖς ἔργοις προστρέχοντες ἐπέγνωσαν τὸν τεχνίτην· ἀλλ' ἢ πῦρ, ἢ πνεῦμα, ἢ ταχινὸν ἀέρα, ἢ κύκλον ἀστέρων, ἢ βίαιον ὕδωρ, ἢ φωστῆρας οὐρανοῦ, πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν· ὧν εἰ μὲν τὴν καλλονὴν τερπόμενοι, ταῦτα ὑπελάμβανον, γνώτωσαν, πόσῳ μᾶλλον ὁ τούτων ∆εσπότης ἐστὶ βελτίων. Ὁ γὰρ τοῦ κόσμου γενεσιάρχης ἔκτισε ταῦτα. Εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες, νοησάτωσαν ἀπ' αὐτῶν, πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν. Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Ταλαίπωροι δὲ, καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν, οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπων, χρυσὸν καὶ ἄργυρον, τέχνης ἐμμελετήματα, καὶ ἀπεικάσματα ζώων, ἢ λίθων ἀχρήστων. Τὸ χειροποίητον ἐπικατάρατον, καὶ ὁ ποιήσας αὐτὸ, ὅτι ὁ μὲν εἰργάσατο, τὸ δὲ φθαρτὸν, Θεὸν ὠνόμασεν. Ἐν ἴσῳ μισητὰ Θεῷ, καὶ ὁ ἀσεβῶν, καὶ ἡ ἀσέβεια αὐτοῦ. Καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι ἐξολοθρευθήσονται. 95.1280 Κριτὴς ὁ πηλουργὸς, καὶ ὁ κακόμοχθος, θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ· ὃς πρὸ μικροῦ ἐκ γῆς γεννηθεὶς, μετ' ὀλίγον πορεύεται εἰς γῆν ἐξ ἧς ἐλήφθη, τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος. Ἀλλ' ἔστιν αὐτῷ φροντὶς, οὐχ ὅτι μέλλει κάμνειν, οὐδ' ὅτι βραχυτελῆ βίον ἔχει· ἀλλ' ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις, χαλκοπλάστας τε μιμεῖται, καὶ δόξαν ἡγεῖται, ὅτι κίβδηλα πλάσσει. Σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ, πηλοῦ τε ἀτιμώτερος ὁ βίος αὐτοῦ, ὅτι ἠγνόησε τὸν πλάσαντα αὐτὸν, καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν, καὶ ἐμφυσήσαντα αὐτῷ πνεῦμα ζωτικόν· ἀλλ' ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν, καὶ τὸν βίον ἡμῶν πανηγυρισμὸν ἐπικερδῆ. Θέαμα βρωμάτων παρακειμένων ἐπὶ τάφῳ· τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται, οὔτε μὴ ὀσφρανθῇ. Οἱ μὲν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ἀστέρων πλῆθος, οἱ δὲ οὐρανὸν αὐτὸν ἅμα τούτοις ἐσεβάσθησαν, οἱ δὲ τὰ στοιχεῖα, ὧν ἄνευ οὐ δυνατὸν συστῆναι τὸν ἀνθρώπινον βίον. Οἶμαι δὲ, καὶ δυναστείαν τινὲς θεραπεύοντες, καὶ ῥώμην ἐπαινέσαντες, καὶ κάλλος θαυμάσαντες, θεὸν ἐποίησαν τῷ χρόνῳ τὸ τιμώμενον. Οἱ ἐμπαθέστεροι δὲ αὐτῶν καὶ τὰ πάθη θεοὺς ὠνόμασαν. Εἰσί τινες καταρώμενοι τοὺς ἀστέρας, ὅτε κατὰ ἀνθρώπου ὀργίζονται λέγοντες, Οὐαὶ τῷ ἄστρῳ σου. Ἄλλοι λέγουσιν· Καλοῦ ἄστρου ἐγεννήθη, διὸ καὶ συναστρεῖ αὐτῷ τὰ πάντα. Καὶ οὐαὶ τοῖς αὐτὰ λέγουσι. Πολλοὺς οἶδα εὐχομένους εἰς τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ ἱκεσίαν προσφέρουσι τῷ ἡλίῳ λέγοντες, Ἐλέησόν με· καὶ οὐαὶ τούτοις. Τί ἀφιεὶς τὸν ποιητὴν τοῦ ἡλίου, τὸν ἥλιον προσκυνεῖς; οὐ δεῖ λατρεύειν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς προσκυνῶν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ εἴ τι ἕτερον ποίημα παρὰ τὸν ποιητήν. Πολλοὶ φανταζόμενοι λέγουσι τὴν σελήνην κατέρχεσθαι. Ὅταν, φασὶν, ἐξαιματοῦται ἄνθρωπος καταγοητεύσας αὐτὴν καταφέρει. Καὶ οὐαὶ τοῖς ταῦτα λέγουσιν. Τίς ἠδυνήθη καταγοητεύσας ἀναβαίνειν εἰς οὐρανόν; ἠβουλήθη Σίμων ὁ μάγος, ἀλλὰ πεσὼν διεῤῥάγη. Οὐδεὶς γὰρ δύναται οὐ μικρὸν, οὐ μέγα σαλεῦσαι ἄστρον οὐρανοῦ, ἃ ὁ Θεὸς τῇ ἰδίᾳ δυνάμει ἐθεμελίωσεν. Πάλιν δὲ λέγουσιν, ὅτι νεφέλας καὶ ὑετοὺς παράγουσι γόητες ἄνθρωποι, καὶ τοῦτο ματαιολογοῦσι. Τίς ἀνθρώπων δύναται πρόσταγμα Θεοῦ ἀποστρέψαι γοητείᾳ; τὰ γὰρ νέφη κατὰ πρόσταξιν Θεοῦ ἐκχέουσι τὸν ὑετὸν ἐπὶ τῆς γῆς.