1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

115

ἑκατονταετεῖ, καὶ Σάῤῥα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ Ἀβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήσεται ἐναντίον σου. Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ· Ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. 95.1412 Καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Εἶπεν Ἑλισαιέ· ∆ίμετρον κριθῆς σίκλου, καὶ μέτρον σεμιδάλεως σίκλου ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν πύλῃ Σαμαρείας. Καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἑλισαιὲ, καὶ εἶπεν· Ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, οὐ μὴ ἔσται τὸ ῥῆμα τοῦτο. Καὶ εἶπεν Ἑλισαιέ· Ἰδοὺ ὄψει τοῖς ὀφθαλμοῖς σου,καὶ ἐκεῖθεν οὐ μὴ φάγῃς. Εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα· ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Εἶπε Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. ∆ιὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος ∆ίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ' ἡμέρας ὀκτὼ, πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ' αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου· καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας. Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.

ΤΙΤΛ. ΚΖʹ. -Περὶ δείπνου, καὶ συνεστιάσεως.

Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθυμήσῃς τῶν ἐδεσμάτων αὐτοῦ. Ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει. Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυνάστου, νοητῶς νόει τὰ παρατιθέμενά σοι. Οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ, εἰ μὴ ὃς φάγεται καὶ πίεται, καὶ ὡς δείξῃ ἀγαθὸν τῇ ψυχῇ αὐτοῦ. Καί γε τοῦτο ἐκ χειρὸς Θεοῦ ἐστιν. ∆εῦρο, φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου. Ἑτοιμάσατε τράπεζαν· φάγετε, πίετε· ἀνάστητε, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς. Ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου. Φάγε ὡς ἄνθρωπος, ἐὰν ἐπὶ τραπέζης μεγάλης 95.1413 ἐκάθισας. Μὴ ἀνοίξῃς ἐπ' αὐτὴν φάρυγγά σου, καὶ μὴ εἴπῃς· Πολλά γε ἐπ' αὐτῆς. Οὗ ἐὰν ἐπιβλέψῃς, μὴ ἐκτείνῃς τὴν χεῖρά σου, καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. Φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι, καὶ μὴ διαμασσῶ, μὴ μισηθῇς. Παῦσαι πρῶτος χάριν παιδείας, καὶ μὴ ἀπληστεύου, μή[πο]τε προσκόψῃς. Καὶ εἰ ἀναμέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου. Ἔλεγεν ὁ Κύριος τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ γείτονας πλουσίους, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ τοὺς ἀδελφούς σου, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσί σε, καὶ γένηταί σοι ἀνταπόδομα. Ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, χωλοὺς, τυφλούς· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Ὡς δὲ ἁρμόδιον πρὸ τῆς τροφῆς εὐλογεῖν τὸν Θεὸν τῶν ἁπάντων· οὕτω καὶ παρὰ πότον καθήκει ψάλλειν. Τράπεζα μὴ ἔχουσα μνήμην Θεοῦ, φάτνης ἀλόγων οὐδὲν διενήνοχεν.