1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

104

ΤΙΤΛ. ΙΑʹ. -Περὶ διδασκάλων.

Ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Τάδε λέγει Κύριος, Ἐὰν ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ, καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ οὐκ ἀποστρέψεις πρὸς αὐτούς. Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον. Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. 95.1376 ∆ιδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. Ἀξιοπιστία τοῦ διδάσκοντος εὐπαράδεκτον μὲν τὸν λόγον καθίστησι, προσεχεστέρους δὲ τοὺς μαθητευομένους παρασκευάζει. Τροφὴ γάρ ἐστιν ἡ δίδαξις καὶ τοῦ τρέφοντος. Τότε μάλιστα οἱ μαθηταὶ εἰς τὸν τῶν ἀγαθῶν ἀνάγονται ζῆλον, ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα. ∆ιδάσκων τις μανθάνει πλέον, καὶ λέγων συνακροᾶται πολλάκις τοῖς ὑπακούουσιν αὐτοῦ. Παιδείας σύμβολον ἡ ῥάβδος. Ἄνευ γὰρ τοῦ δυσωπηθῆναι, καὶ περὶ ἐνίων ἐπιπληχθῆναι, νουθεσίαν ἐνδείξασθαι καὶ σωφρονισμὸν ἀμήχανον. Οὐχ ὡς δύναται διδάσκειν ὁ διδάσκαλος, οὕτω καὶ μανθάνειν ὁ γνώριμος. Ἐπειδὴ ὁ μὴν τέλειος, ὁ δὲ ἀτελής ἐστιν. Ὅθεν προσήκει στοχάζεσθαι τῆς τοῦ παιδευομένου δυνάμεως. Ἐπίστησον, ὁ διδάσκων, καὶ ἐξέτασον ἀκριβῶς ἀκοὴν τοῦ μανθάνοντος. Εὐήθης γὰρ ὁ κωφῷ διαλεγόμενος, καὶ μάταιος ὁ λίθον νουθετῶν. Καὶ σὺ ἔνοχος ἁμαρτίας σεαυτῷ ἔσῃ, ὁ μὴ ἐπισκεψάμενος, ὅπως, καὶ πηνίκα, καὶ πότε δεῖ λόγον προέσθαι σοφίας. Ὁ λαβὼν χάριν, ὀφείλει ἀφθόνως παραδιδόναι τοῖς θέλουσι μανθάνειν, καθὼς καὶ ὁ Κύριος εἶπε, ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε. Τῷ γὰρ λαβόντι, καὶ μὴ μεταδιδόντι, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ οὐ μόνον δικαίοις δίδωσι τὴν χάριν, ἀλλὰ καὶ ἁμαρτωλοῖς. Ἐπειδὴ ἄφθονός ἐστιν ὁ Θεὸς καὶ ἀπροσωπόληπτος, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ οὐ παρορᾷ τὸν ἁμαρτάνοντα, ἀλλὰ δίδωσι κἀκείνῳ μικρὰν χάριν. Ἕκαστος οὖν ἀφθόνως ὀφείλει διδάσκειν.

ΤΙΤΛ. ΙΒ. -Περὶ διαβολῆς· ὅτι οὐ χρὴ ἀκρίτως δέχεσθαι διαβολήν.

Οὐ παραδέξῃ ἀκοὴν ματαίαν. Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὁ διαβάλλων τὸν πλησίον, ἀδελφικὰ κρέα ἔφαγεν, ὑπόληψιν τρώσας, καὶ μυρία ἕτερα ἐργασάμενος διὰ τοῦ λόγου κακά. Οὐ τοῖς κακῶς μόνον ἀγορεύουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσι κακῶς λέγοντας ἑτέρους, παραινῶ τὰς ἀκοὰς ἀποφράττειν, καὶ τὸν Προφήτην μιμήσασθαι τὸν λέγοντα· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἰπὲ πρὸς τὸν πλησίον· Εἰ ἔχεις τινὰ ἐπαινέσαι καὶ ἐγκωμιάσαι, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μῦρα· ἂν δὲ κακῶς ἐθέλεις εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασι. Βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευθερίας ἐσχά 95.1377 της. Τὸ δὲ πάντων καταγελαστότερον, οἱ τοῦτον ἔχοντες τὸν βίον, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἐπειδὰν εἴπωσί τι τῶν ἀποῤῥήτων, παρακαλῶσι τὸν ἀκούσαντα καὶ ὁρκοῦσι μηδενὶ λοιπὸν εἰπεῖν ἑτέρῳ, αὐτόθεν δηλοῦντες, ὅτι πρᾶγμα ἄξιον κατηγορίας ἐποίησαν. Εἰ γὰρ ἐκεῖνον μηδενὶ εἰπεῖν ἑτέρῳ παρακαλῇς, πόσῳ μᾶλλόν σε πρότερον τούτῳ ταῦτα εἰπεῖν οὐκ ἐχρῆν, καὶ διαβάλλειν τινὰ, οὐδὲ κατέχοντα ἐν ἀσφαλείᾳ τὸν λόγον προδοῦναι, καὶ τότε τῆς σωτηρίας αὐτοῦ φροντίζειν; Ἀλλὰ ἡδὺ τὸ διαβάλλειν, ἡδὺ μὲν ἂν τὸ μὴ λέγειν κακῶς. Ὁ μὲν γὰρ κακῶς εἰπὼν, ἐναγώνιος λοιπόν ἐστιν· ὑποπτεύει καὶ δέδοικε, μετανοεῖ καὶ κατεσθίει τὴν γλῶσσαν ἑαυτοῦ, δεδοικὼς καὶ τρέμων, μήποτε εἰς ἑτέρους ἐξενεχθῇ τὸ ῥῆμα, καὶ μέγαν ἐπαγάγῃ τὸν κίνδυνον. Ὥσπερ τὸ καλῶς λέγειν καὶ ἐγκωμιάζειν ἀρχὴ φιλίας ἐστὶν, οὕτω καὶ τὸ κακῶς λέγειν, καὶ διαβάλλειν ἔχθρας, καὶ ἀπεχθείας, καὶ μυρίων κακῶν ἀρχὴ καὶ ὑπόθεσις γέγονεν. ∆ιάβολοι, καὶ θείας ἀπόπεμπτοι χάριτος, οἱ τὴν αὐτὴν ἐκείνῳ διαβολικὴν νοσοῦντες κακοτεχνίαν,