1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

81

ἀποκαθαίρεσθαι, παντὶ δὲ τῷ ἐξ ἀρετῆς κάλλει κατακοσμεῖν αὐτὴν καὶ φαιδρύνειν. Ἐξέτασον σεαυτὸν, τίς εἶ· γνῶθι σεαυτοῦ τὴν φύσιν, ὅτι θνητὸν μέν σου τὸ σῶμα, ἀθάνατος δὲ ἡ ψυχὴ, καὶ ὅτι διπλῆ τις ἡμῶν ἡ ζωή· ἡ μὲν οἰκεία τῇ σαρκὶ ταχὺ παρερχομένη, ἡ δὲ συγγενὴς τῇ ψυχῇ, μὴ δεχομένη περιγραφήν. Πρόσεχε οὖν σεαυτῷ, μηδὲ τοῖς θνητοῖς ὡς ἀϊδίοις ἐναπομένῃς, μήτε τῶν ἀϊδίων ὡς παρερχομένων καταφρονήσῃς. Ὑπερόρα σαρκός· παρέρχεται γάρ. Ἐπιμελοῦ ψυχῆς, πράγματος ἀθανάτου. Ἐπίστηθι μετὰ πάσης ἀκριβείας σεαυτῷ, ἵνα εἰδῇς ἑκατέρῳ διανέμειν τὸ πρόσφορον· σαρκὶ μὲν δια 95.1301 τροφὰς καὶ σκεπάσματα, ψυχῇ δὲ δόγμα εὐσεβείας, ἀγωγὴν ἀστείαν, ἀρετῆς ἄσκησιν, παθῶν ἐπανόρθωσιν· μὴ ὑπερπιαίνειν τὸ σῶμα, μηδὲ περὶ τὸν ὄχλον τῶν σαρκῶν ἐσπουδακέναι. Ἐπειδὴ γὰρ ἐπιθυμεῖ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται, ὅρα μήποτε προθέμενος τῇ σαρκὶ, πολλὴν παράσχῃς τὴν δυναστείαν τῷ χείρονι. Ὥσπερ γὰρ ἐν ταῖς ῥοπαῖς τῶν ζυγῶν, ἐὰν μίαν καταβαρύνῃς πλάστιγγα, κουφοτέραν πάντως τὴν ἀντικειμένην ποιήσεις, οὕτως καὶ ἐπὶ σώματος καὶ ψυχῆς, ὁ τοῦ ἑτέρου πλεονασμὸς ἀναγκαίαν ποιεῖται τὴν ἐλάττωσιν τοῦ ἑτέρου. Πρόσεχε οὖν σεαυτῷ. Ἕκαστος γὰρ ἡμῶν τῶν μαθητευομένων τῷ λόγῳ μιᾶς τινός ἐστι πράξεως ὑπηρέτης τῶν κατὰ τὸ Εὐαγγέλιον διατεταγμένων ἡμῖν. Ἐν γὰρ τῇ μεγάλῃ οἰκείᾳ τῇ Ἐκκλησίᾳ ταύτῃ, οὐ μόνον ἐστὶ σκεύη παντοδαπὰ χρυσᾶ, καὶ ἀργυρᾶ, καὶ ξύλινα, καὶ ὀστράκινα, ἀλλὰ καὶ τέχναι παντοῖαι. Ἔχει γὰρ ὁ οἶκος τοῦ Θεοῦ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, θηρευτὰς, ὁδοιπόρους, ἀρχιτέκτονας, οἰκοδόμους, γεωργοὺς, ποιμένας, ἀθλητὰς, στρατιώτας· πᾶσι τούτοις ἐφαρμόζει τὸ βραχὺ τοῦτο ῥῆμα, ἑκάστῳ τοῦ ἔργου σπουδὴν καὶ τῆς προαιρέσεως ἐμποιοῦν. Θηρευτὴς εἶ, ἀπεσταλμένος παρὰ τοῦ Κυρίου εἰπόντος· Ἰδοὺ ἐγὼ ἀποστέλλω θηρευτὰς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους. Πρόσεχε ἐπιμελῶς, μή πού σοι διαφύγῃ τὸ θήραμα, ἵνα συλλαβόμενος τῷ λόγῳ τῆς ἀληθείας τοὺς ὑπὸ τῆς κακίας ἀγριωθέντας προσ[αγ]άγῃς τῷ σώζοντι. Ὁδοιπόρος εἶ, ὅμοιος τῷ εὐχομένῳ· Τὰ διαβήματά μου κατεύθυνον. Πρόσεχε δὲ σεαυτῷ, μὴ παρατραπῇς τῆς ὁδοῦ, μὴ ἐκκλίνῃς δεξιᾷ ἢ ἀριστερᾷ· ὁδῷ βασιλικῇ πορεύου. Ὁ ἀρχιτέκτων, ἀσφαλῶς τὸν θεμέλιον καταβαλλέσθω τῆς πίστεως, ὅς ἐστι Χριστὸς Ἰησοῦς. Ὁ οἰκοδόμος, βλεπέτω πῶς ἐποικοδομεῖ, μὴ ξύλα, μὴ χόρτον, μὴ καλάμην, ἀλλὰ χρυσίον, ἀργύριον, λίθους τιμίους. Ὁ ποιμὴν, πρόσεχε μή τίς σε παρέλθῃ τῶν ἐπιβαλλόντων τῇ ποιμαντικῇ. Ταῦτα δέ ἐστι ποῖα; τὸ πεπλανημένον ἐπίστρεφε· τὸ συντετριμμένον ἐπίδησον· τὸ νοσοῦν ἴασαι. Ὁ γεωργὸς, περίσκαπτε τὴν ἄκαρπον συκῆν, καὶ ἐπίβαλλε τὰ πρὸς βοήθειαν τῆς καρπογονίας. Ὁ στρατιώτης, συγκακοπάθησον τῷ Εὐαγγελίῳ, στρατεύων τὴν καλὴν στρατείαν κατὰ τῶν πνευμάτων τῆς πονηρίας, κατὰ τῶν παθῶν τῆς σαρκός· ἀνάλαβε πᾶσαν τὴν πανοπλίαν τοῦ πνεύματος. Μὴ ἐμπλέκου ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃς. Ὁ ἀθλητὴς, πρόσεχε σεαυτῷ, μήπως τινὰ παραβῇς τῶν ἀθλητικῶν νόμων· οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Μιμοῦ τὸν Παῦλον, καὶ τρέχοντα, καὶ παλαίοντα, καὶ πυκτεύοντα· καὶ αὐτὸς ὡς ἀγαθὸς πύκτης ἀμετεώριστον ἔχε τὸ τῆς ψυχῆς βλέμμα. Σκέπε τὰ καίρια τῇ προβολῇ τῶν χειρῶν· ἀτενὲς τὸ ὄμμα πρὸς τὸν ἀντίπαλον ἔστω, δρόμοις τοῖς ἐν τοῖς ἔμπροσθεν ἐπεκτείνων, οὕτω τρέχε, ἵνα καταλάβῃς. Ἐν τῇ πάλῃ τοῖς ἀοράτοις ἀνταγωνίζου. Τοιοῦτόν σε διὰ βίου ὁ λόγος βούλε 95.1304 ται, μὴ ἀναπεπτωκότα, μηδὲ καθεύδοντα, ἀλλὰ νηφόντως καὶ ἐγρηγορότως σεαυτοῦ προεστῶτα. Πρόσεχε οὖν σεαυτῷ· τουτέστιν ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε σου τὸ ὄμμα τῆς ψυχῆς. Πολλοὶ γὰρ κατὰ τὸν λόγον τοῦ Κυρίου, τὸ μὲν κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰκείῳ ὀφθαλμῷ δοκὸν οὐκ ἐμβλέπουσιν. Μὴ παύσῃ τοίνυν διερευνώμενος σεαυτὸν, μηδὲ τὰ ἔξω περισκόπει, εἴπου τινὸς μῶμον ἐξευρεῖν δυνηθῇς κατὰ τὸν Φαρισαῖον τὸν βαρὺν ἐκεῖνον καὶ