1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

66

Ἅδης καὶ ἀπώλεια οὐκ ἐμπίπλαται· ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι. Οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως. ∆ι' ἀπληστίαν πολλοὶ ἐτελεύτησαν. Ἀπληστία σώματος, καὶ τοὺς τὰ ἄλλα σοφοὺς ἐκμαίνειν δύναται, καὶ χεῖρον φρονεῖν βιάζεται, καθάπερ ὑβριστὴς πῶλος, τὸν λογισμὸν συναρπάζουσα. Ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλείονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις. Ὁ φαῦλος ἀεὶ πολυδεὴς, ἀεὶ διψῶν τῶν ἁπάντων 95.1253 ἀπλήστου καὶ ἀκορέστου χάριν ἐπιθυμίας, ἢ πυρὸς δίκην πάντα μικρά τε, καὶ μεγάλα πίνει.

ΤΙΤΛ. Μ∆ʹ. -Περὶ ἀδελφῶν Οὐ μισήσεις τὸν ἀδελφόν σου ἐν τῇ διανοίᾳ σου. Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό.

Ἀδελφοὶ ἐν ἀνάγκῃ χρήσιμοι ἔστωσαν. Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ἰσχυρὰ, καὶ ὑψηλή. Ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον. Πᾶς ὁ ἀδελφὸν πτωχὸν μισῶν, φιλίας μακράν ἐστιν. Κρείσσων φίλος ἐγγὺς, ἢ ἀδελφὸς μακρὰν οἰκῶν. Ἀδελφοὶ καὶ βοήθεια ἐν καιρῷ θλίψεως. Μὴ ἀλλάξῃς ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφίρ.

ΤΙΤΛ. ΜΕʹ. -Περὶ αἰτούντων, ἤγουν προσαιτούντων.

Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς. Κρεῖσσον γὰρ ἀποθανεῖν, ἢ ἐπαιτεῖν. Ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαιτήσεως δόσις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται. ΤΙΤΛ. Μϛʹ. -Περὶ αἰσχρολογίας. Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Πᾶς λόγος σαπρὸς μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν, ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. Αἰσχρότης καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ μὴ ἀνήκοντα, μηδὲ ὀνομαζέσθωσαν ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. Αἰσχρολογία μὴ ἐξερχέσθω ἐκ τοῦ στόματος ὑμῶν. Ἡ τῶν λόγων συνήθεια ὁδός ἐστιν ἐπὶ τὰ πράγματα. ∆ιὸ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρητέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί τι, λάθωμεν τῶν χειρόνων, ὥσπερ καταδηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι. Κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα δυσίατός ἐστιν, ἢ καὶ παντελῶς εἰς φύσιν ὡς τὰ πολλὰ τοῦ ἔθους μεθισταμένου. Κηρῷ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, Ὠδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα. Αἰσχροὶ καὶ εἰκαῖοι, οἱ ἐν τοῖς ματαίοις εὐφυΐαν ἀνεπιδεικνύντες, βραδεῖς μὲν ὄντες τὰ καλὰ παιδεύεσθαι, τὰ δὲ ἐναντία μανθάνειν ὀξύτατοι καὶ προχειρότατοι. Αἰσχρολογίας αὐτοῖς τε ἡμῖν παντελῶς ἀφεκτέον, 95.1256 καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον, καὶ ὄψει δριμυτέρᾳ, καὶ προσώπου ἀποστροφῇ, καὶ τῷ ἀπομυκτηρισμῷ καλουμένῳ, πολλάκις δὲ καὶ λόγῳ θρασυτέρῳ. Τὸ ἐν τοῖς ὀνόμασιν ἀτακτεῖν, μελέτην ἐμποιεῖ τοῦ καὶ εἰς τὰ ἔργα ἀκοσμεῖν. Πάντη ἀφεκτέον αἰσχρῶν ἀκουσμάτων καὶ θεαμάτων· πολὺ δὲ πλέον ἔργων αἰσχρῶν καθαρευτέον. - Ὁδὸς ἐπ' ἀναισχυντίαν ἡ αἰσχρολογία, καὶ τέλος ἀμφοῖν ἡ αἰσχρουργία. Κίνδυνον φέρει πολλάκις τὸ δυσφήμους λόγους ἀκούειν.

ΤΙΤΛ. ΜΖʹ. -Περὶ ἀρᾶς εὐλόγως ἢ ἀδίκως ἐπαγομένης· καὶ ὅτι χρὴ εὐλογεῖν,

καὶ μὴ καταρᾶσθαι. Ὥσπερ ὄρνεα ἃ πέτανται, καὶ στρουθοὶ, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται

οὐδενί. Μὴ δῷς τύπον ἀνθρώπῳ καταρᾶσθαί σε. Καταρωμένου γάρ σε πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως αὐτοῦ εἰσακούσεται ὁ ποιήσας αὐτόν. Κατάρα μητρὸς ἐκριζοῖ θεμέλια. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. Ἡ γλῶσσα ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ' ὁμοίωσιν Θεοῦ γεγενημένους. Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρὴ,