1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

63

Ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα πρὸς Ἀβεσαλὼμ τοῦ προσκυνῆσαι αὐτῷ, καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ κατεφίλει αὐτόν. Καὶ ἐποίησεν Ἀβεσαλὼμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ἰσραὴλ, τοῖς παραγενομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα· καὶ ἰδιοποιεῖτο Ἀβεσαλὼμ τὰς καρδίας πάντων τῶν ἀνδρῶν Ἰσραήλ. Εἰσερχόμενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν. Καὶ ἐὰν μὲν εἴη ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν. Ἐὰν δὲ μὴ εἴη ἀξία, ἡ εἰρήνη πρὸς ὑμᾶς ἐπιστραφήσεται. Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσιν, γλυκὺν ἐν ταῖς ὁμιλίαις. Μὴ νομίζωμεν ψιλὸν εἶναι καὶ εὐτελὲς τὸ κατόρθωμα τοῦτο, γίνεσθαι εὐπροσήγορον καὶ φιλοπροσήγορον.

ΤΙΤΛ. Λϛʹ. -Περὶ ἀπαντημάτων, καὶ τῶν ἀπὸ κακῶν εἰς κακὰ ἐμπιπτόντων. Πορεύσονται εἰς ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ

θάψει αὐτοὺς Μαχμάς. Ὃν τρόπον ὅταν ἐκφύγῃ ἄνθρωπος ἐκ προσώπου λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀπερείσῃ χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις. Ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου, ἀναλωθήσεται ὑπὸ τῆς παγίδος.

ΤΙΤΛ. ΛΖʹ. -Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας.

Ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου. Ἡσυχάσεις, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε. Σὺ, Κύριε, καταμόνας ἐπ' ἐλπίδι κατῴκησάς με. Καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω. Ἀνὴρ φρόνιμος ἡσυχίαν ἄγει. Ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός. Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; 95.1245 Μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν, καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κύκλωθεν. Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ τὸν ζυγὸν ἐν νεότητι. Καθήμενος καταμόνας, καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ' ἑαυτῷ. Ἀναστρέψει Ἰακὼβ, καὶ ἡσυχάσει, καὶ ὑπνώσει εἰς τὸ σωτήριον Κυρίου, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν. Μάρθα, Μάρθα, μεριμνᾷς, καὶ τυρβάζεις περὶ πολλά. Παρακαλοῦμεν ὑμᾶς, ἀδελφοί μου, ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν. Τὸ ἀπεσχισμένον καὶ ἰδιάζον, τοῦ κοινωνικοῦ, καὶ ἡνωμένου τοῖς πολλοῖς προτιμώτερον. Ἀφάτῳ τοίνυν δυνάμει φαντασιούμενοι τὸν νοῦν οἱ ἀπερίσπαστον αὐτὸν καὶ καθαρὸν ἔχοντες, οἱονεὶ ἡνιοχοῦντα αὐτοὺς ἔχουσι τὸν λόγον τοῦ Θεοῦ. - Ἡσυχία, καθάρσεως ἀρχὴ τῇ ψυχῇ, καὶ ὥσπερ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι, καὶ ὀργαὶ, καὶ λύπαι, καὶ φόβοι τὰ ἰοβόλα τῆς ψυχῆς κακὰ, κατευνασθέντα διὰ τῆς ἡσυχίας, καὶ μὴ ἀγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. -Ἐπὶ τὸν κόσμον μὴ διαχεόμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτὸν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει, μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος· ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι. Χρή τι καὶ ἡσυχάζειν, ὥστε ἀθολώτως προσομιλεῖν τῷ Θεῷ, καὶ μικρὸν ἀπανάγειν τὸν νοῦν ἀπὸ τῶν πλανωμένων. Ἡ ἀπράγμων ἡσυχία, τῆς ἐν πράγμασιν περιφανείας τιμιωτέρα. Τότε μάλιστα ἐπιτίθεται ὁ διάβολος, ὅταν ἴδῃ μεμονωμένους ἡμᾶς, καὶ καθ' ἑαυτοὺς ὄντας. - Ἁρμόζει τῷ ἐγκρατεῖ, καὶ τοὺς ὄχλους φεύγειν, ἵνα τὸν νοῦν ἀπερίσπαστον ἔχῃ, καὶ τὴν καρδίαν ἀτάραχον. Πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ἡ ταραχή. Μέγας συνεργὸς πρὸς τελειότητα τῶν ἀνθρώπων ἐστὶν ἡ ἀναχώρησις. Μεγάλην εἰς γνῶσιν ῥοπὴν ἀπερίσπαστος παρέχει προαίρεσις. Ζῇν ἄμεινον ἐπὶ στιβάδος κατακείμενον, καὶ θαῤῥεῖν, ἢ ταράττεσθαι χρυσῆν ἔχοντα κλίνην. Βίος ἡσύχιος χρημάτων πολλῶν περιφανέστερος. Ὁ σοφὸς ἠρεμίαν, καὶ ἀπραγμοσύνην, καὶ σχολὴν 95.1248 μεταδιώκει, ἵνα τοῖς θείοις θεωρήμασιν ἐν ἡσυχίᾳ ἐντύχῃ