1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

66

ιγʹ. Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσ έχοντες, τὴν φωνήν σου ἀκούτισόν με. Εἴτουν, Ὦ νυμφίε μου, σὺ ὁ ἐπαναπαυόμενος τῇ τε νοητῇ κτίσει, καὶ τῇ αἰσθητῇ, ὡς τοῖς σοῖς θελήμασι δίκην κήπων πεφυτευμέναις· ἄλλοι παρ' ἡμᾶς εἰσιν οἱ ἀμεταστρεπτὶ πρὸς σὲ ἀτενίζοντες, διὰ τὸ μὴ μερί ζεσθαι δεσμῷ σώματος, αἱ ἄϋλοι πάντως καὶ ἀγγε λικαὶ τάξεις· ἐγὼ δὲ ὡς ὑποκειμένη τῷ τοιούτῳ δεσμῷ, δέδοικα τὴν τροπὴν, καὶ διὰ τοῦτο τὴν δευ τέραν σου κάθοδον ἐπισπεύδουσα, ἱκετεύω σε, ἀκου στήν μοι ποίησον τὴν εὐκταίαν ἐκείνην φωνήν σου, τὸ, "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν." Καὶ οὕτως· ιδʹ. Φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῷ δόρ κωνι, ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων. Προσ καλούμενος γὰρ τοὺς δικαίους εἰς τὴν ἀπὸ καταβολῆς κόσμου ἡτοιμασμένην αὐτοῖς βασιλείαν σου, ἀφίστα σαι πάντως τῆς διὰ τῶν αἰσθητῶν προνοίας ἡμῶν, ἐφελκόμενος τοὺς ἀξίους ἐπὶ τὰ ὕψη τῶν πνευματι κῶς εὐωδιαζουσῶν αὐτοὺς κατὰ θέωσιν χαρίτων· ἐν αἷς ὥς τις δόρκων, ἢ ἐλάφου νεβρὸς, ἀναιρετικὸς τῶν ἰοβόλων θηρίων, τὰ μαινόμενα καθ' ἡμῶν τῆς πονηρίας πνεύματα νεκροῖς, καταπαύων τὸν πρὸς ἡμᾶς αὐτῶν πόλεμον. Εἴη δὲ καὶ ἡμᾶς διαφυγεῖν τὰ τῶν ὄφεων δήγματα! εἰ δὲ καὶ δηχθείημεν, εἰς τὸν ὑψωθέντα ὑπὲρ ἡμῶν ἀπιδεῖν, καὶ τὴν θεραπείαν ἑλκῦσαι!