1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

45

ἀδελφιδῷ μου· ἀδελφιδοῦς μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει· ἐπάταξάν με, ἐτραυμάτισάν με· ἦραν τὸ θέριστρόν μου ἀπ' ἐμοῦ οἱ φύλακες τῶν τειχέων. Ἐπειδὴ οὐκ ἠβουλήθη εὐθὺς ἀνοῖξαι κρούσαντι, ἅπτεται μὲν αὐ τῆς διά τινος τῶν αἰσθητηρίων, ὅπερ ὀπὴν προσ ηγόρευσεν, εἰσαγαγὼν τὴν χεῖρα, τουτέστι τὴν ἐνέρ γειαν· θερμαίνει δὲ αὐτῆς καὶ πυρσεύει τὸν ἔρωτα· τοῦτο γὰρ παραδηλοῖ τὸ, "Ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν·" ὅπερ ὁ Θεοδοτίων "ἐθερμάνθη" εἴρηκεν· ἡ δὲ ἀνίσταται μεθυσθεῖσα τῷ πόθῳ, καὶ τρέχει πρὸς τὴν θύραν, καί φησιν· "Ὅτι χεῖρές μου, τὸ κλεῖθρον κατέχουσαι, καὶ ἀνοῖξαι βουλόμεναι, ἔσταξαν σμύρ ναν, καὶ οἱ δάκτυλοί μου σμύρναν πλήρη·" τὴν γὰρ τελείαν περίκειμαι νέκρωσιν, μέχρις αὐτῶν τῶν ἀκροτάτων μορίων. Ἀνοίξασα δὲ τὴν θύραν, ὁρῶ τὸν ἀδελφιδοῦν μου παρατρέχοντά με, καὶ εἰσελθεῖν οὐ βουλόμενον. Ἐγὼ δὲ ἐξηρτημένη τοῦ φίλτρου, καὶ κρεμαμένη τῶν ἱερῶν αὐτοῦ λόγων, τῆς ζητήσεως εἰχόμην, καὶ βοῶσα διετέλουν, καὶ διηνεκῶς καλοῦσα· ὁ δὲ οὐχὶ ὑπήκουσεν, οὐδὲ ἀποκρίσεώς με ἠξίου· περινοστοῦσα δὲ, καὶ τὸν ποθούμενον ἐπιζητοῦσα, περιπίπτω τοῖς τὴν πόλιν οἰκοῦσι καὶ φυλάττουσιν· οἱ δὲ οὐ μόνον με ᾐκίσαντο, ἢ ἐμαστίγωσαν, ἀλλὰ καὶ τραύματα περιέθηκαν, καὶ τὸ θέριστρόν μου ἀφείλοντο. Φύλακας δὲ τειχῶν ὑπὸ τῆς νύμφης ἡγοῦμαι καλεῖσθαι καὶ φύλακας πόλεως, δημαγωγοὺς καὶ ἄρχοντας, καὶ τυράννους, πάλαι τῇ τοῦ Θεοῦ πολεμήσαντας νύμφῃ, καὶ τοὺς καλλινίκους μάρτυρας πατάξαντάς τε καὶ τραυματίσαντας, καὶ τῷ θανάτῳ παραδεδωκότας, καὶ τὰς ψυχὰς γυμνώσαν τας, καὶ τὸ σῶμα ἀπὸ τῶν ψυχῶν οἷόν τι θέριστρον εἰληφότας. Καὶ γὰρ ἐκεῖνοι τὸν νυμφίον ποθοῦντες, καὶ πάντοτε τοῦτον κηρύττοντες ἐν ταῖς πόλεσι, καὶ ἀγροῖς, καὶ ἐσχατιαῖς, ταῦτα πάντα ὑπέμειναν. ∆ιδασκόμεθα τοίνυν ἐκ τῶν εἰρημένων, πάντα ὄκνον ἀποθέσθαι, καὶ τῷ νυμφίῳ κρούοντι παραυτίκα ἀνοίγειν, ἵνα μὴ ἀπελθόντος πάντοσε περινοστεῖν ἀναγκασθῶμεν, καὶ ζητεῖν τὸν ποθούμενον. ηʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδοῦν μου, ἀπαγγείλατε αὐτῷ, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Ἐπιφαίνεται γὰρ πολλάκις καὶ τοῖς ἀτελέσιν ἔτι καὶ νηπίοις ὁ νυμφίος, συγκαταβαίνων τῇ ἀσθενείᾳ, καὶ προτρέ πων εἰς τελειότητα· "Οὐ χρείαν γὰρ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες·" Ὁρκίζει 81.156 τοιγαροῦν τὰς νεάνιδας, εἰ εὕροιεν τὸν ἀδελφιδοῦν αὐτῆς, ἀπαγγεῖλαι ὅσον ἔχει περὶ αὐτὸν ἔρωτα, καὶ ὅτι τῷ ἐκλεκτῷ βέλει τῆς ἀγάπης τέτρωται. Ἀγνοοῦ σιν αἱ νεάνιδες τὸ τοῦ ἀδελφιδοῦ ὄνομα· ἔτι γὰρ ἀτελεῖς εἰσι, καὶ τῶν μυστηρίων τὸ βάθος ἀγνοοῦσιν. ∆ιό φασι· θʹ. Τί ἀδελφιδοῦς σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; Τί ἀδελφιδοῦς σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; Πολλάκις γὰρ, φησὶν, ἠκούσαμεν λεγούσης· "Ἀδελφιδοῦς μου, τοῦ ἀδελφιδοῦ μου," καὶ ἀγνοοῦμεν τῶν ὑπὸ σοῦ λεγο μένων τὴν δύναμιν. Ἐπειδὴ τοίνυν ὅρκος ἐστὶν ἐν μέσῳ, οὐ δυνάμεθα σιγῇ παραπέμψασθαι τὰ ὑπὸ σοῦ προσταχθέντα· δίδαξον ἡμᾶς τοίνυν, ὦ καλὴ ἐν γυ ναιξί· πασῶν γὰρ εὐπρεπεστέρα τυγχάνεις, καὶ νεα νίδων, καὶ παλλακίδων, τί σοι βούλεται τοῦτο τὸ ὄνομα; ∆ιαπαντὸς γὰρ τοῦτο προσφέρεις, λέγουσα νῦν μὲν "τοῦ ἀδελφιδοῦ μου·" νῦν δὲ, "ὁ ἀδελφιδοῦς μου·" εἰ γὰρ μάθοιμεν παρὰ σοῦ τίς οὗτος, καὶ οἷα σημεῖα περίκειται, θεραπεύσομέν σε καὶ πληρώσο μέν σου τὸ πρόσταγμα· διδάσκει τοίνυν τὰς μα θητευομένας ὑπ' αὐτῆς ἡ νύμφη τὰ τοῦ νυμφίου ση μεῖα, καί φησιν αὐταῖς· ιʹ-ιςϛʹ. Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥὸς, ἐκλε λογισμένος ἀπὸ μυριάδων. Κεφαλὴ αὐτοῦ χρυσίον ὀφάτζ· βόστρυχοι αὐτοῦ, ἐλάται· μέλανες ὡς κόραξ· Οἱ ὀφθαλμοὶ