1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

5

Αἰγύπτῳ παρ οικίας καιρὸν ἡ Ἰουδαίων πληθὺς, οὐδὲ τῶν τῆς ἀρετῆς μορίων ἐφρόντισαν, εἰκότως φησίν· "Ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησαν τοὺς μαστούς σου·" τουτ έστι, τὸ θρεπτικὸν τῆς ψυχῆς μόριον, τὸ τοῦ θρεπτι κοῦ γάλακτος γεννητικὸν, ἐπιμελείας οὐκ ἠξίωσαν, ὥστε εἰς καιρὸν ὀρέξαι τοῖς μετὰ ταῦτα τῆς διδασκα λίας τὰς θηλάς. Καὶ ἐπιμένων τῇ τροπῇ, "Ἐν ὕδατι, φησὶν, οὐκ ἐλούσθης·" τουτέστι, Τῆς Αἰγυ πτιακῆς εἰδωλολατρείας οὐκ ἀπώσω τὸν ῥύπον· ἀλλὰ 81.40 καὶ οἱονεὶ τεχθεῖσα τῷ τῆς δουλείας ἐκείνης ἐξελθεῖν, ἔτι φέρεις τὰ τοῦ τόκου σημεῖα, μὴ ἀπολουσαμένη, ἀλλὰ τὸν μητρῷον περικειμένη ῥύπον. Ἀκολούθως τούτοις ἐπάγει· "Οὐδὲ ἁλὶ ἡλίσθης," ὅπερ ἔθος ταῖς μαίαις προσφέρειν τοῖς βρέφεσι. Καὶ τοῦτο δὲ κατὰ τοὺς τῆς ἀλληγορίας νόμους νοήσομεν· ἅλας εἰδότες τὴν πνευματικὴν σύνεσιν, καὶ τὴν θείαν διδασκαλίαν, τὴν διαστύφουσαν τὰ σεσηπότα, καὶ σῶα φυλάττου σαν. ∆ιὸ καὶ ὁ Κύριος ἔλεγε τοῖς μαθηταῖς· "Ἔχετε ἅλας·" καὶ πάλιν, "Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς." Καὶ ἐν τῇ Παλαιᾷ δὲ εὑρίσκομεν οὐδεμίαν θυσίαν ἄνευ ἁλῶν προσφερομένην. Οὕτως νοοῦμεν τὸ, "Οὐκ ἐτμήθη ὁ ὀμφαλός σου." Ἐπειδὴ γὰρ οἷόν τις ῥίζα τοῦ ἐμβρύου, κατὰ τοὺς τὰ τοιαῦτα δεινοὺς, ὁ ὀμφαλὸς ὑπάρχει (δι' αὐτοῦ γὰρ ὡς διά τινος ῥίζης ἀρύεται τὴν τροφὴν, καὶ αὔξεται, καὶ τελειοῦται)· εἰκότως ἐνταῦθα τὴν Ἱερουσαλὴμ ἔφη μὴ τετμῆσθαι· ὡς ἐξ Αἰγύπτου μὲν τεχθεῖσαν, ἔτι δὲ καὶ τὴν Αἰγυπτια κὴν εἰδωλολατρείαν ἀρυομένην, καὶ ἐκ τῆς μητρῴας, νηδύος τὴν πονηρὰν ἐκείνην ἕλκουσαν τροφήν. "Καὶ διῆλθον ἐπὶ σὲ, φησὶν, καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου." Σημαίνει δὲ τὰς τοῖς εἰδώλοις προσ φερομένας θυσίας. "Καὶ εἶπά σοι· Ἐκ τοῦ αἵματός σου ζωὴ, πληθύνου." Ἐπειδὴ συνεχώρησε μὲν αὐ τοῖς θύειν· αὐτῷ δὲ θύειν ἐνομοθέτησεν, οὐκ αὐτὸς θυσίας δεόμενος, ἀλλὰ τῇ ἐκείνων ἀσθενείᾳ συγκατα βαίνων, Χαίρεις, φησὶ, θυσίαις καὶ αἵμασι; μὴ τοῖς δαίμοσι θύε· ἀλλ' ἐμοὶ πρόσφερε τὰς θυσίας. Ἀν έχομαι γὰρ, μὴ δεόμενος τῶν θυμάτων, σοὶ παντα χόθεν πραγματευόμενος σωτηρίαν. ∆ιὰ τοῦτό φησιν· "Ἐκ τοῦ αἵματός σου ζωὴ, πληθύνου." Οὕτω νοήσωμεν τὸ, "Οἱ μαστοί σου ἀνωρθώθησαν·" ἀντὶ τοῦ, Καθειμένοι πρότερον διὰ τὴν πολλὴν ἀκολα σίαν καὶ ἀκρασίαν, καὶ τὴν περὶ τὰ εἴδωλα μανίαν, ἐπιμελείας παρ' ἐμοῦ τυχόντες ἀνωρθώθησαν, καὶ οἱονεὶ παρθένων ἐγένοντο. ∆ηλοῖ δὲ τὴν ἐπὶ τὸ βέλ τιον μεταβολὴν, καὶ τὴν ἐπὶ τὰ ἄνω ὁρμὴν, καὶ τῆς ἐγκρατείας τὴν κτῆσιν. "Καὶ ἡ θρίξ σου, φησὶν, ἀνέτειλε·" τουτέστι κόσμου παντὸς ἐστερημένη, ἐξαίφνης ἔσχηκας τρίχας κοσμῆσαι δυναμένας. "Σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα·" οὐδέπω γὰρ οὔτε νόμος ἐδέδοτο, οὔτε σκηνὴ κατεσκεύαστο, οὔτε τὰ νυμφικὰ ἕδνα προσενήνεκτο. ∆ιὸ ἐπάγει· "Καὶ διῆλθον διὰ σοῦ, καὶ εἶδόν σε· καὶ ἰδοὺ καιρός σου, καὶ καιρὸς καταλυόντων·" ἀντὶ τοῦ, Ὡραία ἐγένου γάμου, καὶ ἐπιτηδεία πρὸς συνάφειαν. "∆ιὸ διεπέ τασα πτέρυγάς μου ἐπὶ σέ· καὶ ἐκάλυψα τὴν ἀσχη μοσύνην σου." Σημαίνει δὲ διὰ τῶν πτερύγων τὰ ποικίλα χαρίσματα· τὴν ἱερωσύνην, τὴν προφητείαν, τὴν δημαγωγίαν, τὴν βασιλείαν, τὰ θαύματα, τὰς ἀῤῥήτους ἐκείνας δωρεάς. "Καὶ ὤμοσά σοι." Τοῦτο σαφῶς ἔστιν εὑρεῖν ἐν τοῖς τοῦ μεγάλου Μωσέως συγ γράμμασιν. "Ἀρῶ γὰρ, φησὶν, εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου· καὶ ἐρῶ· Ζῶ 81.41 ἐγὼ εἰς τὸν αἰῶνα." Καὶ πάλιν· "Ἀλλ' ἢ ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν." ∆ιὸ τῶν γεγενημένων αὐτῇ ὅρκων ἀναμιμνήσκει, καί φησιν· "Ὤμοσά σοι, καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Ἀδωναῒ Κύριος." Ἔννομον, φησὶ, γέγονε τὸ συνοικέσιον, καὶ συνθῆκαι μεταξὺ ἡμῶν γεγένηνται· καὶ προικῷα γραμματεῖα παρηκολούθησαν, αἱρέσεις ἐννόμους ἔχοντα, σημαι νούσας ὡς εἰ παραβαίης τὰς κειμένας συνθήκας, καὶ τῆς οἰκίας ἐκβληθήσῃ, καὶ τῶν ἕδνων ἀποστερηθήσῃ, καὶ ἀπελεύσῃ γυμνὴ, ὥσπερ εἰσελήλυθας. Σὺ γὰρ οὐδὲ τῷ