1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

17

περὶ αὐτὸν ἀγάπην γυμνοῖ, καί φησιν· ϛʹ. Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου. ∆ειμαίνουσα γὰρ, καὶ ἀγωνιῶσα μὴ στερηθῇ τοῦ νυμφίου, καὶ ἑτέροις περιπέσῃ ποι μνίοις οὐχ ὑπ' αὐτοῦ ποιμαινομένοις, ἀλλ' ὑπὸ ἄλλων τινῶν ἑταίρων αὐτοῦ ὀνομαζομένων, οὐ κατὰ τὴν ἀξίαν οὐδὲ κατὰ τὸ κοινὸν τοῦ φρονήματος, ἀλλὰ 81.73 κατὰ τὴν μίμησιν τοῦ ἐπιτηδεύματος ἱκετεύει τὸν νυμφίον λέγουσα· Ἐπειδὴ ἠγάπησέ σε ἡ ψυχή μου, εἰπέ μοι κατὰ τὸν τῆς μεσημβρίας καιρὸν ποῦ ποι μαίνεις, ἢ ποῦ κοιτάζεις τὰ πρόβατα· μὴ ἀγνοοῦσα τῇδε κἀκεῖσε περινοστήσω, καὶ ἀλωμένη καὶ πλανω μένη περιπέσω ἀγέλαις οὐ τῆς σῆς ἐπιστασίας ἀξιω μέναις, ἀλλά τινας ἄλλους νομέας καὶ βουκόλους ἐχούσαις. Τὸ γὰρ "περιβαλλομένη," ῥεμβομένη ὁ Σύμμαχος τέθεικεν. Εἰκότως δὲ καὶ κατὰ τὸν τῆς μεσημβρίας καιρὸν πυνθάνεται ἡ νύμφη ποῦ ὁ νυμ φίος μένει, ἐπειδὴ τοῦ φωτὸς τῆς γνώσεως ἐγκρα τοῦς γενομένου, ἀνεφύησαν αἱ αἱρέσεις, Χριστιανῶν μὲν τὸ ὄνομα ἔχουσαι, ἀλλ' ἔρημοι τῆς ἀληθείας ὑπάρχουσαι. Τούτου χάριν ἀγωνιῶσα μαθεῖν ἐφίεται τοῦ νυμφίου τὸν τόπον, ἔνθα κατὰ τὸν τῆς μεσημβρίας καιρὸν κοιτάζει τὰ πρόβατα, ἵνα μὴ περιπέσῃ ταῖς τῶν καλουμένων ἑταίρων ἀγέλαις. Ἰστέον δὲ ὅτι, ὥσπερ ἦσαν οἱ προφῆται, καὶ τούτων ἐναντίοι ψευ δοπροφῆται, καὶ πάλιν ἀπόστολοι, καὶ τὰ ἐναντία φρονοῦντες ψευδαπόστολοι, οὕτως καὶ ψευδόχριστοι ὑπὸ τῆς θείας καλοῦνται Γραφῆς. ∆ιὸ καὶ ὁ Κύριός φησιν, ὅτι "Ἀναστήσονται πολλοὶ ψευδοπροφῆται, καὶ πολλοὺς πλανήσουσι." Καὶ ὁ μακάριος δὲ Παῦ λος οὐ μόνον ψευδαδέλφους οἶδε λέγειν, ἀλλὰ καὶ ψευδαποστόλους. ∆ιό φησιν· "Οἱ γὰρ τοιοῦτοι ψευ δαπόστολοί εἰσι." Τούτοις ἡ νύμφη μὴ περιπεσεῖν ἱκετεύει· ἐπειδὴ τὸ ποιμενικὸν ἐπιδείκνυνται σχῆμα καὶ ἀγέλας ὡσαύτως, καὶ ποίμνας ἔχοντες φαίνον ται· ὁποῖοί εἰσιν οἱ τὰ τοῦ Ἀρείου, καὶ Εὐνομίου, καὶ Μαρκίωνος, καὶ Βαλεντίνου, καὶ Μάνητος, καὶ Μοντανοῦ φρονοῦντες· σχῆμα μὲν χριστιανικὸν καὶ ὄνομα περικείμενοι, καὶ ἐκκλησίας οἰκοδομοῦντες, καὶ θείας Γραφὰς πεπλανημένοις προβάτοις ἀναγι νώσκοντες, καὶ νέμοντες κακῶς τοὺς πειθομένους, καὶ ἑταῖροι τοῦ νυμφίου νομιζόμενοι, ἐπίβουλοι δὲ ὄντες καὶ ὀλέθριοι, καὶ δηλητήρια τοῖς προβάτοις ἀντὶ τῆς τροφίμου πόας ὀρέγοντες. ∆ιὰ τοῦτο ἡ νύμ φη ἱκετεύει τὸν νυμφίον, ὑποδεῖξαι αὐτῇ ποῦ κοιτάζει τὰ πρόβατα ἐν μεσημβρίᾳ, ἵνα μὴ γένηται "περι βαλλομένη," ἢ ῥεμβομένη κατὰ τὸν Σύμμαχον, ἐπ' ἀγέλας τῶν ἑταίρων αὐτοῦ προσαγορευομένων, ἐναντίων δὲ αὐτῷ ὑπαρχόντων. Ἀποκρίνεται οὖν ὁ νυμφίος τῇ νύμφῃ· καί φησιν· ζʹ. Ἐὰν μὴ γνῷς σεαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποί μαινε τοὺς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποι μένων. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰς σαυτὴν ἀπο βλέπουσα, καὶ τὰ κατὰ σαυτὴν περισκοποῦσα, καλὴ γὰρ γέγονας, καὶ πασῶν γυναικῶν εὐπρεπεστάτη, γνώριζε τὰς ὁμοίας σοι. Ἐὰν δὲ σαυτὴν ἠγνόησας, ἐρεύνησον τῶν ποιμνίων τὰ ἴχνη, καὶ ἀκολουθοῦσα ποίμαινε μὴ τὰ πρόβατα μόνον, ἀλλὰ καὶ τοὺς ἐρίφους σου, ἐν τοῖς σκηνώμασι τῶν ποιμένων. Βού λεται γὰρ ὁ φιλάνθρωπος ∆εσπότης οὐ μόνον τοὺς δικαίους, ἀλλὰ καὶ τοὺς ἁμαρτωλοὺς ἐπιμελείας 81.76 πάσης ἀξιοῦσθαι. ∆ιό φησιν· "Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες·" καί· "Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετά νοιαν." Καὶ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου· "Μὴ θελήσω, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν·" Καὶ ὁ μακάριος ἀπόστολος Παῦλος περὶ αὐτοῦ φησιν· "Ὁ θέλων πάντας ἀνθρώπους σω θῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν." ∆ιὰ τοῦτο βούλεται αὐτὴν καὶ τοὺς ἐρίφους βόσκειν· ἐν τύπῳ δὲ ἁμαρτωλῶν τοὺς ἐρίφους ἡ θεία παραλαμ βάνει Γραφή· τούτους γὰρ ἐξ εὐωνύμων ὁ Κύριος ἔφη