1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

54

Θαυμάσουσι δὲ αὐτῆς οὐ μόνον τὸ φῶς, ἀλλὰ καὶ τὴν τάξιν· οὐδὲν γὰρ ἄτακτον παρὰ τῇ τοῦ Κυρίου νύμφῃ, οὐδὲν ἀδιόριστον, οὐδὲν ἀδιά κριτον. Οἷον γάρ τινι στάθμῃ διευθύνει τὸ πρακτέον, καὶ κανόνι καὶ γνώμονι κεχρημένη τὸν ἑαυτῆς βίον ῥυθμίζει. Μετὰ τοὺς ἐπαίνους τῶν τοῦ νυμφίου διακόνων, τὰ καθ' ἑαυτὴν ἡ νύμφη διηγουμένη φησίν· ιʹ, ιαʹ. Εἰς κῆπον καρύας κατέβην τοῦ ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάῤῥου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς σοι. Οὐκ ἔγνω ἡ ψυχή μου, ἔθετό με ἅρματα Ἀμιναδάβ. Σφόδρα συγκέχωσται τῇ ἀσαφείᾳ τῶν ῥημάτων ἡ διάνοια· ἀλλὰ τὴν θείαν χάριν ἐπίκουρον καλέσαντες, διορύξωμεν τὸ βάθος, καὶ τὸν θησαυρὸν ἀνασπάσωμεν. ∆ιδάσκει τῶν εὐσε βῶν τὸ σύστημα, ὃ νύμφην ἡ θεία προσαγορεύει Γραφὴ, ὡς οὐκ ἀρκοῦνται τῇ ἑαυτῶν σωτηρίᾳ, οὐδὲ ἀποχρῆν ἡγοῦνται τὸ μόνοι τοῦ προσδοκωμένου γάμου τυχεῖν· ἀλλὰ πᾶσαν συνεισφέρουσι προθυμίαν, ὥστε καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἀπαλλάξαι μὲν τῆς ἀκαρπίας, γονίμους δὲ ἀποφῆναι, καὶ τὸν τῆς ἀρετῆς γεννῆσαι καρπόν· διδάσκει δὲ ὡς ἐν τῷ ταῦτα ποιεῖν, καὶ τὴν διδασκαλίαν τοῖς ἄλλοις προσ φέρειν ἀνθρώποις, ἅρμασιν Ἀμιναδὰβ περιέπεσαν, ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, "ἅρμασι λαοῦ τοῦ ἡγουμένου," ἢ, ὡς ὁ Ἀκύλας, "ἅρμασι λαοῦ ἑκου σιαζομένου ἄρχοντος." Κῆπον δὲ καρύας τὸν παρ όντα βίον καλοῦσιν, ὃς πικρός ἐστι καὶ μοχθηρὸς, καὶ ἐπίπονος, ἔχει δὲ ἐν ἑαυτῷ τὸν τῆς ἀρετῆς καρ πὸν κεκρυμμένον. Καὶ γὰρ καὶ ὁ τῆς καρύας καρπὸς τὸ μὲν ἐξώτερον λέμμα πικρὸν ἔχει, τὸ δὲ δεύτερον σκληρὸν καὶ ἀντίτυπον· τὸ δὲ ἐδώδιμον, οἷον ἐν θα λάμῳ τινὶ ἀποκείμενον, καὶ κεκρυμμένον, καὶ ἀπό νως οὐκ ἐκφερόμενον. Τοιοῦτος δὲ καὶ ὁ παρὼν βίος, ἔχων ὀδύνας πικρὰς καὶ λύπας, ἔχων πόνους καὶ ἱδρῶτας, ἀλλ' οὐκ ἀγόνους, οὐδὲ ἀκάρπους, κεκρυμ μένον δὲ τὸν καρπὸν ἔχοντας. ∆ιὸ καὶ ὁ μακάριος Παῦλός φησιν, ὅτι "Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς ζησόμεθα ἐν αὐτῷ." - "Εἰς κῆπον οὖν καρύας κατέβην," τουτέστιν εἰς τὸν ἀνθρώπινον βίον. Καὶ τί κατέβης, ὦ νύμφη; "Ἰδεῖν ἐν γεννήμασιν τοῦ χειμάῤῥου." Πάλιν χει μάῤῥουν τὰ παρόντα προσηγόρευσεν· οὐ γὰρ ἀένναος ὁ χειμάῤῥους, ἀλλ' ἐν χειμῶνι μὲν φερόμενος, ἐν δὲ θέρει λήγων καὶ ξηραινόμενος. Τοιαῦτα δὲ τὰ τοῦ βίου τερπνά· ἐπὶ μὲν γὰρ τοῦ παρόντος, οἷόν τις χειμάῤῥους, καὶ δόξα φέρεται, καὶ πλοῦτος, καὶ βα σιλεία, καὶ τρυφὴ, καὶ τ' ἄλλα τοῦ βίου ἄνθη· τοῦ δὲ μέλλοντος βίου φανέντος, φθίνει καὶ λήγει, καὶ 81.181 παύεται, δίκην χειμάῤῥου. "Κατέβην τοίνυν, φησὶν, εἰς τὸν τῆς καρῦας κῆπον, τοῦ ἰδεῖν ἐν τοῖς τοῦ χει μάῤῥου γεννήμασι, καὶ καταμαθεῖν βουλομένη εἰ ἤνθησαν αἱ ῥοαί." Ἔχει γὰρ ὁ βίος τινὰς μὲν ἀνθρώ πους τροπικῶς ἀμπέλους ὀνομαζομένους, τινὰς δὲ ῥοὰς κατὰ τὰ διάφορα τῆς ἀρετῆς κατορθώματα. Οἱ μὲν γὰρ τὴν ἀγάπην φύουσι, καὶ τὴν ὁμόνοιαν ἀγαπῶσι, συνημμένοι κατὰ τὸ φρόνημα, καθάπερ τῆς ῥοᾶς οἱ κόκκοι· οἱ δὲ καὶ οἶνον γεωργοῦσι, τῶν ληνῶν ἄξιον τῶν πατρικῶν, τῇ θεωρίᾳ προσέχειν ἐσπουδακότες. Κατάβασιν δὲ λέγει τὴν συγκατάβα σιν· καὶ γὰρ καὶ ὁ μακάριος Παῦλος ἐγένετο τοῖς ἀσθενέσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ· καὶ τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ' ἔννομος Χριστῷ, ἵνα κερδήσῃ ἀνόμους. "Κατ έβην τοίνυν, φησὶν, εἰς τὸν τῆς καρύας κῆπον," φροντίδα ποιουμένη τῶν τοῦ χειμάῤῥου γεννημά των, καὶ τῶν τῆς ἀμπέλου καὶ ῥοᾶς καρπῶν. Οὐκ ἀφέξομαί σου, οὐδὲ ἐκεῖ· ἀλλ' "Ὀρέξω σοι τοὺς μαστούς μου," τουτέστι, τοὺς τῆς διδασκαλίας μου κρουνούς. Οἰκειοῦσαι γὰρ τὰ εἰς ἐκείνους γινόμενα, καὶ λέγεις· "Ἐφόσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε." Τούτοις ἐπιφέρει· "Οὐκ ἔγνω ἡ ψυχή μου, ἔθετό με ἅρματα Ἀμιναδάβ." Σαφέστερον τοῦτο ὁ