1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

55

Σύμμαχος ἡρμή νευσεν, εἰρηκώς· "Ἡ ψυχή μου ἠπόρησέ με ἀπὸ ἁρμάτων λαοῦ ἡγουμένου." Ταῦτα γὰρ, φησὶ, ποιοῦσα ἐν ἀπορίᾳ γίνομαι, καὶ ἐκστάσει, ὅτι ἐγὼ μὲν αὐτοῖς ἐπραγματευσάμην σωτηρίαν· αὐτοὶ δὲ ἐπέθεντό μοι, τῷ στρατηγοῦντι διαβόλῳ πειθόμενοι, καὶ οἱονεὶ ἅρματα ἐκείνου γινόμενοι, καὶ ὑπ' ἐκείνου ἡνιοχούμενοι· τὸ γὰρ Ἀμιναδὰβ λαοῦ ἡγουμένου, ἢ λαοῦ ἄρχοντος ἑρμηνεύεται. Καὶ τοῦτο ἔστιν ἀκριβῶς νοεῖν, ἔκ τε τοῦ Ἀκύλα καὶ τοῦ Συμμάχου, καὶ τῆς πέμπτης ἐκδόσεως· λέγει τοίνυν ἡ νύμφη, τουτ έστιν ὁ τῶν ἐν ἀρετῇ τετελειωμένων χορὸς, ὅτι Ἡμεῖς μὲν πᾶσαν ποιούμεθα τῶν ἀπίστων φροντίδα, παν ταχόθεν αὐτοῖς πορίσαι σωτηρίαν μηχανώμενοι· τινὲς δὲ αὐτῶν, οἱονεὶ ἅρματα γενόμενοι τοῦ ἄρχον τος τοῦ αἰῶνος τούτου, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, κατὰ τὸν μακάριον Παῦλον, ἐπέθεντό μοι, κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδόντες. Καὶ τοῦτο ἔστι σαφῶς εὑρεῖν, καὶ ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων, καὶ ἐν ταῖς τοῦ μακαρίου Παύλου Ἐπιστολαῖς. Κηρύττοντες γὰρ τῆς εὐσεβείας τὸν λόγον, τοὺς μὲν ἔπειθον πιστεύειν, ὑπὸ δὲ τῶν ἀπίστων ἐξηλαύνοντο, ᾐκίζοντο, ἐστρεβλοῦντο, μυρίων θανά των ὑπέμενον εἴδη· καὶ μάρτυς ὁ μακάριος Παῦλος λέγων· "Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερ βαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολ 81.184 λάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κιν δύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις," καὶ τὰ ἑξῆς. Τούτων ὑπὸ τῆς νύμφης ῥηθέντων, οἱ τοῦ νυμφίου διάκονοι ἀποκρίνονται, καί φασιν αὐτῇ· ιβʹ. Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαμίτις· ἐπί στρεφε, ἐπίστρεφε· καὶ ὀψόμεθα ἐν σοί. Σαφέ στερον αὐτὰ ὁ Ἀκύλας ἡρμήνευσεν· "Ἐπίστρεφε γὰρ, φησὶν, ἐπίστρεφε εἰρηνεύουσα." Ὥσπερ Σο λομῶντα τὸν εἰρηνικὸν ἡμῶν Κύριον ὀνομάζει τὸ σύγγραμμα, οὕτω καὶ τὴν νύμφην αὐτοῦ εἰρηνεύου σαν, ὡς τῆς παρ' αὐτοῦ τυχοῦσαν εἰρήνης, καὶ τοῦ προτέρου ἀπαλλαγεῖσαν πολέμου. Ὁρῶντες τοίνυν αὐτὴν οἱ τοῦ νυμφίου διάκονοι ὑπὸ τῶν ἁρμάτων ἐκείνων ἐλαυνομένην καὶ πολεμουμένην, παραθαῤ ῥύνοντες, φασίν· "Ἐπίστρεφε εἰρηνεύουσα, ἐπί στρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί·" ἀντὶ τοῦ, μὴ φοβηθῇς τοὺς διώκοντας, ἀλλ' ἔχου τῆς διδασκα λίας· πρόφερε τῆς διδασκαλίας τὸ κήρυγμα· μὴ δείσῃς τὰ ἅρματα, μὴ φοβηθῇς πόλεμον, εἰρηνεύουσα καλουμένη. Ἐὰν γὰρ ἐπιμείνῃς κηρύττουσα, ὀψόμεθά σου τὴν βασιλείαν. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ Κυρίου πρὸς τὸν μακάριον Παῦλον ῥηθέντα· καμὼν γὰρ κἀ κεῖνος, καὶ τοὺς πολλοὺς πειρασμοὺς δυσχεράνας, φησίν· "Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σα τὰν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ." Ἀποκρίνεται τοίνυν αὐτῷ λέγων· "Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται." Καὶ τοῦτο ἐνταῦθά φασιν οἱ τοῦ νυμφίου διάκονοι· "Ἐπίστρεφε, ἐπίστρεφε, ἡ Σουλαμίτις, ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί." Πρὸς οὓς ὁ νυμφίος φησίν· ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ. Τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι, ἣ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν; Τί γὰρ, φησὶ προσδο κᾶτε ἰδεῖν ἐν τῇ εἰρηνευούσῃ; Μὴ ἐλπίσητε εὐτελῆ τινα καὶ μερικὰ θεάσασθαι ἀγαθά· ἰδοὺ γὰρ "ἔρχε ται ὡς χοροὶ τῶν παρεμβολῶν." Καὶ δοκεῖ πως ἐναν τία εἶναι ἀλλήλοις τὰ ὀνόματα· οὔτε γὰρ συμβαίνου σιν οἱ χοροὶ ταῖς παρεμβολαῖς· οἱ