1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

32

πνεύματα, ἐθεάσασθε ὅπως φύσεως ἔχει, ἵνα κἀμὲ ταύτην ἀναδιδάξητε; Ἐπεὶ δὲ καὶ τοῖς ἁγίοις ἀγγέ λοις ἀκατάληπτος ὁ νυμφίος τὴν οὐσίαν ἐστὶ, καὶ διὰ τοῦτό μοι ἀπόκρισιν ἐπὶ τοῦ ἐρωτήματος οὐ δεδώ κασι, σιωπῇ με διδάξαντες τὸ μηδὲ τούτοις αὐτὸν εἶναι καταληπτὸν, κτιστοῖς οὖσι τὸν ἄκτιστον, παρῆλ θον καὶ ἀπ' αὐτῶν, τὸν ποθούμενόν μοι ἀναζητοῦσα. Καὶ ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· "Ἐκράτησα αὐτόν." Ἤτοι ὡς βραχὺ, διὰ μόνον τὸ κτιστὸν νῷ καὶ αὐ τὴν τὴν ἀγγελικὴν φύσιν διέβην, ἵνα τὸν ἄκτιστον εὕρω τὸν ἀγαπητόν μου, ὡς εὐεργέτην μου, πίστει μόνῃ κατέσχον αὐτόν· πάντα τὰ ὄντα διεξελθοῦσα, καὶ ἀπ' αὐτῆς βεβαιωθεῖσα τῆς πείρας, ὅτι ὁ πάντων αἴτιος, ὑπὲρ πάντα τὰ ὄντα ἐστὶ, καὶ ἐν οὐδεμιᾷ φύσει, εἴτε αἰσθητῇ, εἴτε νοητῇ, καθ' οὐσίαν ὁρᾶται, ὑπερούσιος ὤν. Οὕτως οὖν πάντα τὰ ὄντα διεπέρασα, ζητοῦσα τὸν ἐμοὶ ποθεινότατον νυμφίον εἰσοικί σασθαι. "Καὶ οὐκ ἀφῆκα αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με." Ἤγουν οὐκ ἐπαυσάμην ζητεῖν τὸν ἐμὸν ἐραστὴν, ἕως οὗ εἰσῳκισάμην αὐτὸν εἰς νοῦν, ὃς οἶκος μὲν τῆς δίκην μητρὸς αἰτίας πάντων Θεοῦ σοφίας ἐστὶν, ὡς ταύτης διὰ τὸ καθ' ὁμοίωσιν χωρη τικός· ταμιεῖον δὲ πάλιν αὐτῆς, ὡς τοὺς ἀποκρύφους ταύτης θησαυροὺς διὰ τὸ κατ' εἰκόνα ἔχον ἀποθέτους ἐν ἑαυτῷ· ἥτις με σοφία συνέλαβεν, ὡς πρὸ κατα βολῆς κόσμου τὴν ὑπεράγαθον περὶ ἐμὲ βούλησιν ἔχουσα· διὸ καὶ δι' ἐμὲ τὴν ἀνθρωπείαν πάντως φύσιν, τό τε δὲ τὸ πᾶν, ὑπεστήσατο· "Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον αὐτόν." Καὶ μικρὸν τούτους διαδραμοῦσα, λέγει αὐτὸν εὑρηκέναι, καὶ μὴ 81.117 ἐάσαι, ἕως οὗ αὐτὸν εἰσήγαγεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς, καὶ εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης αὐτήν. Πόλιν δὲ καλεῖ τὸν τοῦ Θεοῦ οἶκον, ἣν ἐκκλη σίαν προσαγορεύομεν· ἀγορὰς δὲ καὶ πλατείας, τὰς θείας Γραφάς· φύλακας δὲ τῆς πόλεως, τοὺς ἁγίους προφήτας καὶ τοὺς ἱεροὺς ἀποστόλους, ὧν ἡ εὐσεβὴς πυνθάνεται ψυχὴ τὸν θεῖον λόγον ἐπιποθοῦσα. Μεθ' οὓς εὑρίσκει τὸν νυμφίον ὑπό τινων δορυφόρων ἢ ῥαβδοφόρων δορυφορούμενον, καὶ ἐπιλαβομένη κατ έχει, καὶ καταλιπεῖν οὐκ ἀνέχεται, ἕως ἂν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς, καὶ εἰς τὸ ταμιεῖον τῆς συλ λαβούσης αὐτὴν εἰσαγάγῃ αὐτόν. Μητέρα δὲ τῶν εὐ σεβῶν ἴσμεν τὴν ἄνω Ἱερουσαλὴμ, περὶ ἧς ὁ μακά ριος λέγει Παῦλος· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν." Ὑπ ισχνεῖται τοίνυν ἡ νύμφη ἐπιλαβομένη τοῦ νυμφίου, μὴ καταλείψειν αὐτὸν, ἕως ἂν εἰς τὸν νυμφῶνα καὶ τὴν παστάδα τὴν εὐτρεπισμένην καταταυτὸν εἰσέλ θωσι. Ταῦτα διηγησαμένη ταῖς νεάνισι, πάλιν αὐ τὰς εἰς τὸν ὅμοιον προτρέπει πόθον, καί φησιν· εʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. ∆ῆλα δὴ ταῦτα ἐκ τῶν ἐν τῇ ἀρχῇ τοῦδε τοῦ λόγου ἑρμηνευομένων· δὶς γὰρ αὐταῖς ἐπιφέρει τοῦ τον τὸν ὅρκον, ἐνθεῖναι αὐταῖς θερμὴν τὴν ἀγάπην τοῦ νυμφίου προαιρουμένη. Ταῦτα τῆς νύμφης εἰρηκυίας, καὶ κάλλος ἄῤῥητον ἐκ τῆς τοῦ νυμφίου περιλήψεως εἰληφυίας, ἐκπληττόμεναι αἱ θεῖαι δυνάμεις φασίν. ςʹ. Τίς αὕτη ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, στελέχη καπνοῦ ὡς τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ, Ὥσπερ γὰρ τὸν νυμφίον ὁρῶντες, μετὰ τὴν τοῦ διαβόλου νίκην καὶ τὴν τοῦ θανάτου κατάλυσιν, εἰς οὐρανοὺς ἀνιόντα, θαυμάζουσι καὶ λέγουσι· "Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;" καὶ μανθάνουσιν, ὅτι "Κύ ριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πο λέμῳ·" καὶ μανθάνειν ἀκριβέστερον βουλόμεναι πάλιν ἐρωτῶσι· "Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;" καὶ ἀκούουσιν, ὅτι "Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης·"