1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

65

ἀμπελῶνα αὑτοῦ τοῖς τηροῦσιν· ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίους. Ὁ μὲν Σύμμαχος τὸ, "ἐν Βελεα μὼν," ἐν κατοχῆ λαοῦ τέθεικεν· ὁ δὲ Ἀκύλας, ἐν ἔχοντι πλήθει. Τοῦτον μὲν οὖν τὸν ἀμπελῶνα πάλαι ὁ Θεὸς τῷ Ἰσραὴλ ἐνεπίστευσεν. Ἐπειδὴ δὲ οὐ μόνον τοὺς ἀποσταλέντας δούλους εἰς ἀπαίτησιν τῶν καρπῶν κατέλευσέ τε καὶ ἀπέκτεινεν, ἀλλὰ καὶ αὐτὸν τὸν κληρονόμον ἐσταύρωσεν, ἀφῃρέθη μὲν κατὰ τὴν δεσποτικὴν φωνὴν ἀπ' ἐκείνων ὁ ἀμπελὼν, ἐδόθη δὲ ἔθνει ποιοῦντι τὸν καρπὸν αὐτοῦ. ∆ιὰ τοῦτό φησιν ἡ νύμφη, ὅτι "τῷ Σολομῶντι," τουτέστι τῷ εἰρηνικῷ, "ἀμπελὼν ἐγενήθη ἐν Βελεαμὼν," τουτέστιν ἐν κατ οχῇ λαοῦ, ἢ ἐν ἔχοντι πλήθει, καὶ "τοῦτον ἐξέδωκε τοῖς τηροῦσιν." Ἀμπελῶνα δὲ καλεῖ τοὺς τῇ εὐσε βείᾳ προσεληλυθότας ἀνθρώπους· τοὺς δὲ τηροῦντας καὶ γεωργοῦντας καὶ φυλάττοντας, τοὺς τῇ ἱερωσύνῃ τετιμημένους, καὶ τὴν ἀπὸ τῆς πνευματικῆς διδα σκαλίας ἀρδείαν ὁμοῦ καὶ φυλακὴν προσφέρειν προσ τεταγμένους. Λέγει δὲ, ὅτι "Ὁ ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίους·" σημαίνει δὲ ὁ ἀριθμὸς 81.212 τῆς δεξιᾶς χειρὸς τὴν μονάδα· δηλοῖ δὲ τοῦτο τὴν τοῦ καρποφοροῦντος σωτηρίαν· οὐδένα γὰρ ἄλλον ὁ τὸν ἀμπελῶνα φυτεύσας παρὰ τούτου λαμβάνει καρ πὸν, ἢ τὴν αὐτοῦ τοῦ φυτευθέντος καὶ καρποφοροῦν τος σωτηρίαν. ∆ιό φησι ταῦτα λέγουσα ἡ νύμφη· ιβʹ. Ἀμπελών μου ἐμὸς ἐνώπιόν μου, οἱ χίλιοι τῷ Σολομών. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι (χρὴ γὰρ ἀσαφὲς ὂν σαφὲς εἰς δύναμιν καταστῆσαι)· Καὶ ὁ ἀμπελὼν, φησὶν, ἐμὸς, καὶ ὁ καρπὸς ἐμός. Οἱ γὰρ νομιζόμενοι παρέχεσθαι τῷ εἰρηνικῷ μου νυμφίῳ, τουτέστι τῷ Σολομῶντι, χίλιοι ἀργυρίου ἐνώπιόν μού εἰσιν· ἀποδώσει μοι γὰρ αὐτοὺς πάλιν. Καὶ νῦν μὲν γὰρ ἀπαιτεῖ καρπὸν, τὴν ἐμὴν ποθῶν σωτηρίαν, καὶ σωζομένην με θέλει ἰδεῖν. "Ἀμπελών μου ἐμὸς ἐνώπιόν μου, οἱ χίλιοι Σολομὼν, καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ." Λαμβάνουσι μισθὸν τοῦ ἀμπελῶνος οἱ φύλακες, καὶ μισθὸν ὡρισμένον. Καὶ ἐπειδὴ τὰς πέντε αἰσθήσεις τοῦ ἀμπελῶνος φυ λάττουσι, ὄψιν, καὶ γεῦσιν, καὶ ὄσφρησιν, καὶ ἀκοὴν, καὶ ἁφὴν, ἀναγκαίως τοὺς διακοσίους κομίζονται, οἵπερ εἰσὶ τῶν χιλίων τὸ πέμπτον· ἄξιοι γὰρ οἱ τὸν θεῖον ἀμπελῶνα φυλάττοντες, τῶν παρὰ τοῦ φυτουρ γοῦ τυχεῖν ἀμοιβῶν· διὸ οὐ μόνον ὁ νυμφίος, ἀλλὰ καὶ αὕτη ἡ νύμφη, τούτοις δώσει τὰς ἀντιδόσεις. Καὶ ὁ μακάριος Παῦλός φησιν· "Εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησε μισθὸν λήψεται." Καὶ τοῖς ἐργασαμένοις δὲ εἰς τὸν ἀμπελῶνα, τῆς ἑσπέρας καταλαβούσης, ἐκέλευσεν ὁ οἰκοδεσπότης ἀνὰ δηνά ριον δοθῆναι. ∆ῆλον τοίνυν ὡς οὐδὲν ἄμισθον παρὰ Θεῷ· εἰ γὰρ ὁ ποτήριον ψυχροῦ ἑνὶ τῶν μικρῶν τῶν ἐλαχίστων προσφέρων οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὑτοῦ, πολλῷ μᾶλλον ὁ τὸν ἀμπελῶνα φυλάττων τῶν παρὰ τοῦ ἀμπελῶνος ἀμοιβῶν ἀπολαύσεται. Καὶ αὐτὸς δὲ ὁ ἀμπελὼν τὴν διὰ τῶν πέντε αἰσθήσεων ὑπακοὴν παρέξει, καὶ τοὺς διακοσίους πληρώσει· οἳ πεντάκις τοσοῦτοι γινόμενοι διαιρέται ὑπάρχουσι τῶν κατ' ἐνέργειαν φυλασσόντων αὐτάς· καὶ γὰρ ὁ μὲν χίλια ἀριθμὸς τὴν ἐν Χριστῷ ἐμφαίνει τελειότητα, ἀπροσδεὴς ὑπάρχων μονάς· ὡς μὴ μόνον τὸν δυνά μει, ἀλλὰ καὶ τὸν ἐνεργείᾳ ταύτης λόγον ἐν ἑαυτῷ φέρων, ὅτι ἐκ μονάδος ἄρχεται, καὶ διὰ μονάδος δη λοῦται, καὶ μονάδος ἐστὶ ποιητικός· ἡ γὰρ χιλιὰς καὶ ἡ μυριὰς τῷ τῆς μονάδος στοιχείῳ γνωρίζονται· ὁ δὲ διακόσιος πάλιν ἀριθμὸς τὴν τῆς φύσεως ἡμῶν εἰς ἑαυτὴν διὰ τῆς τῶν ἐντολῶν ἐργασίας δηλοῖ ἀπο κατάστασιν, ὡς δεκαπλασιάζων κατὰ τὴν δεκάδα τῶν ἐντολῶν τὸν ἐκ τοῦ τετράκις πέντε συντιθέμενον· κἀντεῦθεν δηλοῦντα τὸν ἐξ ὕλης καὶ εἴδους τῆς φύσεως ἡμῶν σύνθετον εἰκοστὸν ἀριθμόν. Πρὸς δὲ τούτοις εἰρημένοις, ἡ νύμφη, καὶ τάδε πρὸς τὸν νυμφίον, δι' ἄκραν τε μετριοφροσύνην καὶ ἐπιτετα μένον πόθον τῶν μελλόντων ἀγαθῶν, διέξεισιν·