1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

12

"Τῶν μύρων σου·" δεικνύουσα ὅτι πολλὰ καὶ μυρία χαρίσματα. "Ὧ μὲν γὰρ, κατὰ τὸν μακάριον Παῦλον, δέδοται λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύ ματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ δὲ προ φητεία· ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν." ∆ιὰ τοῦτο οὐ λέγει, Ὀσμὴ μύρου σου, ἀλλὰ, "Ὀσμὴ μύρων σου." ∆είξασα τὰ πολλὰ καὶ ποικίλα χαρίσματα, διδάσκει ἡμᾶς ὅτι ἀπὸ μιᾶς 81.60 προχεῖται πηγῆς. ∆ιὸ ἐπάγει· "Μύρον ἐκκενωθὲν ὄνομά σου." Οἱ γὰρ πολλοὶ, φησὶν, οὗτοι καὶ διάφοροι κρουνοὶ, οἱ πᾶσαν τὴν οἰκουμένην εὐωδίας πληρώσαντες, μίαν ἔχουσι φλέβα καὶ πηγὴν, τὸ σὸν μύρον. "Ἐν αὐτῷ γὰρ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος," καὶ αὐτὸς πάντα ὁμοῦ τὰ τοῦ Πνεύ ματος κατὰ τὸ ἀνθρώπινον ὑπεδέξατο δῶρα. ∆ιὸ καὶ Ἡσαΐας βοᾷ· "Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης αὐτοῦ ἀναβήσε ται· καὶ ἐπαναπαύσεται ἐπ' αὐτῷ τὸ Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν. ∆ιὰ τοῦτο λέγει· "Μύρον ἐκκενωθὲν ὄνομά σοι·" καὶ οὐ λέγει "μύ ρον" ἁπλῶς, ἀλλὰ "ἐκκενωθέν." Καθάπερ γὰρ τὸ μύρον ἐν ἀγγείῳ κεκρυμμένον, κεκρυμμένην ἔχει καὶ τὴν εὐοσμίαν, εἰ δὲ προχυθείη, καὶ αὐτὸν ἀνα πίμπλησι τὸν ἀέρα· οὕτως ὁ ∆εσπότης Χριστὸς, πρὸ μὲν τοῦ πάθους ὀλίγοις ἦν γνώριμος· ἐπειδὴ δὲ τὸν σταυρὸν ὑπέμεινε, καὶ τὸν θάνατον, καὶ οἱονεὶ διηνοίγη τὸ τοῦ σώματος ἄγγος, πλήρεις μὲν εὐθὺς οἱ μακάριοι ἀπόστολοι τῆς εὐοσμίας ἐκείνης ἐγένοντο· δραμόντες δὲ, γῆν καὶ θάλασσαν περινο στήσαντες, καὶ τὸ κήρυγμα πᾶσι διαπορθμεύσαντες, ἅπασαν τὴν οἰκουμένην τῆς εὐοσμίας ἐπλήρωσαν. ∆ιὰ τοῦτό φησιν ἡ νύμφη· "Μύρον ἐκκενωθὲν ὄνομά σοι." Ἀρκεῖ γὰρ ἡ Χριστοῦ προσηγορία οἱονεὶ μυρίσαι καὶ εὐωδίας ἁπάσης ἐμφορῆσαι τῶν εὐσεβῶν τὰς ψυχάς. Εἰ δὲ βούλῃ καὶ μυστικώτερον νοῆσαι, ἀνά μνησον σεαυτὸν τῆς ἱερᾶς μυσταγωγίας, ἐν ᾗ οἱ τε λούμενοι, μετὰ τὴν ἄρνησιν τοῦ τυράννου, καὶ τὴν τοῦ βασιλέως ὁμολογίαν, οἱονεὶ σφραγῖδά τινα βασιλικὴν δέξονται τοῦ πνευματικοῦ μύρου τὸ χρίσμα· ὡς ἐν τύπῳ τῷ μύρῳ τὴν ἀόρατον τοῦ παναγίου Πνεύματος χάριν ὑποδεχόμενοι. ∆ιὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. (στιχ. γʹ.) Εἵλ κυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρου σου δρα μοῦσαι. Ταύτης, φησὶ, τῆς εὐοσμίας τοῦ μύρου σου, τουτέστι τῆς θείας καὶ σωτηριώδους σου διδα σκαλίας, ἀντιλαμβανόμεναι αἱ νεανικαὶ καὶ ἀνδρεῖαι ψυχαὶ (ταύτας γὰρ νεάνιδας ὁ λόγος καλεῖ), οὕτως σε θερμῶς ἠγάπησαν, ὡς ἑλκῦσαί σε πρὸς ἑαυτὰς, καὶ ὀπίσω σου ἀκολουθῆσαι, ἀλλὰ καὶ σὺν δρόμῳ τοῦτο ποιῆσαι, ἵνα μὴ ἀπολειφθῶσι, μηδὲ χωρισθῶσι τοῦ ποθουμένου. ∆ηλοῖ δὲ καὶ ὁ μακάριος Παῦλος τοῦτον τὸν δρόμον, λέγων· "Τρέχω εἴ γε καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην." Καὶ πάλιν· "Οὕτως, φησὶ, τρέχετε, ἵνα καταλάβητε." Καὶ ἑτέρωθι· "Τὸν κα λὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πί στιν τετήρηκα." Τρέχουσι τοίνυν αἱ νεανικὸν φρόνη 81.61 μα κεκτημέναι ψυχαὶ, καὶ τὸν ἁβρὸν καὶ ὑγρὸν καὶ χαῦνον βίον διαφυγοῦσαι, καὶ τὸν πόνον ἀντὶ τρυφῆς προελόμεναι, ὀπίσω τοῦ νυμφίου θελγόμεναι καὶ καλού μεναι τῇ εὐωδίᾳ τοῦ μύρου, καὶ οἱονεὶ ἀῤῥήτῳ δεσμῷ κατεχόμεναι. Ταῦτα μὲν οὖν ἡ νύμφη, μηδέπω τοῦ νυμφῶνος ἀξιωθεῖσα, πρός τε τὸν τοῦ νυμφίου Πατέρα, καὶ πρὸς αὐτὸν τὸν νυμφίον ἐληλυθότα πρὸς αὐτὴν διεξέρχεται. Ἀξιοῦται δὲ καὶ τῆς παστάδος, καὶ τῶν τοῦ νυμφίου θαλάμων τε καὶ ταμιείων, καὶ σεμνυνο μένη πρὸς τὸν οἰκεῖον λέγει χορόν· "Εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ," τουτέστι, τὰ κεκρυμ μένα αὐτοῦ ἀπεκάλυψέ μοι βουλεύματα· τὸ μυστήριον τὸ ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν ἐγνώρισέ μοι· τοὺς θησαυροὺς, τοὺς σκοτεινοὺς, καὶ ἀποκρύφους, καὶ ἀοράτους, ἀνέῳξέ μοι, κατὰ τὴν τοῦ Ἡσαΐου προ φητείαν. Καὶ τοῦτο ἔστιν ἀκριβέστερον ἐκ τῶν ἱερῶν Εὐαγγελίων μαθεῖν,