1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

59

μὲν τὸν τροπικῶς Ἀσσυρίων βασιλέα καλούμενον, τουτ έστι τὸν διάβολον· παραλήψεται δὲ τὴν ∆αμασκοῦ δύναμιν, τουτέστι, τῆς εἰδωλολατρείας τὸ κράτος κα ταλύσας, αὐτὸς ἐγκρατὴς γενήσεται τῶν αἰχμαλώτων ὑπὸ τοῦ διαβόλου γεγενημένων. "Λήψεται γὰρ, φησὶ, δύναμιν ∆αμασκοῦ, καὶ σκῦλα Σαμαρείας·" τούς τε γὰρ ἐξ Ἰουδαίων, τούς τε ἐξ ἐθνῶν ἐλευθερώσας, καὶ τῆς πλάνης ἀπαλλάξας, καὶ τὸν τύραννον κατα λύσας, ὑφ' ἑαυτὸν ποιήσεται. Εἰκότως τοίνυν τῇ νύμφῃ φησίν· "Μυκτήρ σου ὡς πύργος τοῦ Λι βάνου, σκοπεύων πρόσωπον ∆αμασκοῦ." Περισκο πεῖς γὰρ, μὴ τὰ θεῖα μιμησάμενος ὁ διάβολος ἐξ απατήσῃ σε, τῇ ἀληθείᾳ τὸ ψεῦδος ἀντιστρατεύων. "Καὶ ἡ κεφαλή σου δὲ, φησὶν, ἐστὶν ὡς Κάρμηλος," τουτέστι, πάντων πεπληρωμένη τῶν ἀγαθῶν. Τοῦτο γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς, διὰ τοῦ προφήτου τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην ἐλέγχων, φησί· "Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τὸν καρπὸν αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ." Ἔοικε τοί νυν ἡ κεφαλή σου, φησὶ, τῷ Καρμήλῳ, πᾶν εἶδος ἀγαθῶν γεννῶντι, καὶ πάντα καρπὸν ἐμοὶ τῷ γεωρ γῷ φέροντι. Ἐπίκειται δὲ, "Καὶ πλόκιον τῇ κεφαλῇ σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρο μαῖς." Αἱ γὰρ πάλαι σου λελυμέναι τρίχες, καὶ διὰ τοῦτο ταῖς ἀγέλαις τῶν αἰγῶν ἀπεικασμέναι ταῖς ἐν τῷ Γαλαὰδ ἀποκαλυφθείσαις· νῦν δὲ ἐπλάκησαν, καὶ οὐκ ἐπλάκησαν μόνον, ἀλλὰ καὶ θαυμαστὴν ὑπεδέ ξαντο βαφὴν, καὶ ἐοίκασι βασιλεῖ ἀναβεβλημένῳ πορφυρίδα καὶ πάντοσε διατρέχοντι. Καλεῖ δὲ πλο κὴν τριχῶν βασιλικῇ πορφυρίδι ἀπεικασμένην τὴν μετὰ ἁρμονίας προσφερομένην διδασκαλίαν, καὶ τῷ αἵματι τοῦ Χριστοῦ διηνθισμένην· οὐ γὰρ οὕτω λάμπει βασιλεὺς ἁλουργίδα περιβεβλημένος, ὡς ὁ τῆς εὐ σεβείας διδάσκαλος τὸ τῆς θεογνωσίας κήρυγμα ἐξυφαίνων, καὶ τοῖς τροφίμοις τῆς ἀληθείας προσφέρων. ϛςʹ, ζʹ. Τί ὡραιώθης, καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου! Τὸ μέγεθός σου ὡμοιώθη τῷ φοί νικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. Ὡραία γὰρ ἐγένου μὴ οὖσα πρότερον ὡραία· καὶ ἀηδίας ἁπάσης πλήρης ὑπάρχουσα, ἐξαίφνης ἀναπέφηνας ἡδεῖα· καὶ τούτων τετύχηκας ἐντρυφήσασα τῇ ἀγάπῃ· ἀγαπήσασα γὰρ τὸν ἀγαπήσαντά σε τὸν νυμφίον, καὶ τρυφὴν ἡγησαμένη τὸ περὶ τοῦτον φίλτρον, πάντων ὁμοῦ κατ εφρόνησας· διὸ "ὡραιώθης, καὶ ἡδύνθης, ἀλλὰ καὶ τὸ μέγεθός σου ὡμοιώθη τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν." Οὐ γὰρ μόνον κάλλος ἔχεις, ἀλλὰ καὶ ὕψος ἀπεικασμένον φοίνικι. "Οἱ δὲ μαστοί σου τοῖς τούτου βότρυσιν ἐοίκασιν." Ὑψηλὴ γὰρ οὖσα καὶ 81.196 μετέωρος, καὶ τῶν οὐρανίων ἁψίδων ἐφικνουμένη, συγκαταβαίνεις τοῖς ἀσθενέσι, καὶ ὀρέγεις τοὺς μα στούς σου καὶ τὰς τῆς διδασκαλίας σου θηλὰς τοῖς τῆς διδασκαλίας δεομένοις· καὶ γὰρ ὁ φοῖνιξ κάτω νεύοντας ἔχει τοὺς βότρυας. Τοῦτο καὶ διὰ τοῦ μακα ρίου ∆αβὶδ τὸ Πνεῦμα λέγει τὸ ἅγιον· "∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει." Ἀκούσασα τοιγαροῦν τῶν ἐπαί νων ἡ νύμφη, καὶ τῶν πολλῶν ἐγκωμίων πτερω θεῖσα, καὶ πυρσευθεῖσα τῷ φίλτρῳ, φησίν· ηʹ, θʹ. Εἶπον, Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρα τήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα. Καὶ λάρυγξ σου, ὡς οἶνος ἀγαθὸς πο ρευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα· ἱκα νούμενος χείλεσί μου καὶ ὀδοῦσιν. Ἔστιν ἐν τεῦθεν ἀκριβῶς καταμαθεῖν, ὅπως ποθεῖ τὸν νυμφίον ἡ νύμφη, καὶ τῆς ἀναβάσεως ἐφίεται, καὶ τὸ ὕψος φαντάζεται, καὶ, κατὰ τὸν μακάριον Παῦλον, "οὐ νομίζει κατειληφέναι, ἀλλὰ διώκει ἵνα καταλάβῃ· καὶ τῶν μὲν ὄπισθεν ἐπιλανθάνεται, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνεται." Ζητητέον δὲ πῶς ὁ νυμφίος καὶ φοῖνίξ ἐστι καὶ ἄμπελος· καὶ φοίνικος μὲν οὐκ ἔχει καρπὸν, ἀμπέλου δὲ βότρυας ἐκφέρει. Ὁδηγήσει δὲ ἡμᾶς ἐπὶ τὴν κεκρυμμένην διάνοιαν ἡ τοῦ Ἀκύλα