1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

4

στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου." Καὶ μετ' ὀλίγα· "Σεμίδαλιν, καὶ μέλι, καὶ ἔλαιον ἔφαγες. Καὶ ἐγένου καλὴ σφό δρα· καὶ ἐξῆλθέ σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐπὶ τῷ κάλλει σου." Καὶ μετ' ὀλίγα πάλιν· "Καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Ἀδωναῒ Κύριος, καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικόν· καὶ ἐποίη σας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ, καὶ ἐπ' ἀρχὴν πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖα· καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου· καὶ ἐξ επόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦν τάς σοι, τοὺς μεγαλοσάρκους· καὶ πολλαχῶς ἐξ επόρνευσας τοῦ παροργίσαι με." Καὶ μετ' ὀλίγα πάλιν· "Καὶ οὐκ ἐγένου ὡς πόρνη συνάγουσα τὰ μισθώματα· ἡ γυνὴ ἡ μοιχωμένη ὑπὸ τὸν ἄνδρα αὐτῆς εἰς ἀλλοτρίους, ὁμοία σοι· ἡ παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα, καὶ πᾶσι τοῖς ἐκπορ νεύσασιν εἰς αὐτὴν προσδιδοῦσα μισθώματα. Πάσαις πόρναις δίδοται μισθώματα· σὺ δὲ προέδωκας μι σθώματα πᾶσι τοῖς ἐρασταῖς σου· καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου. Καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου· καὶ μετὰ σὲ οὐ πορ νεύσουσιν. Ἐν τῷ προσδιδόναι σε μισθώματα, καί σοι μισθώματα οὐκ ἐδόθη, ἐγένετο ἐν σοὶ διεστραμμέ νον." Καὶ τὰ ἑξῆς τοῦ αὐτοῦ εἴδους ὑπάρχοντα. Τί ἂν εἴποιεν οἱ τοῦ Ἄσματος τῶν ᾀσμάτων βλασ φημοῦντες τὸ σύγγραμμα, καὶ ἀκολάστως αὐτὸ νοεῖν τολμῶντες, τοιαῦτα καὶ ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ περὶ τῆς Ἰουδαίων πληθύος εὑρίσκοντες εἰρημένα; 81.37 Ἰδοὺ γὰρ καὶ ἐνταῦθα μαστοὺς, καὶ ὀμφαλὸν, καὶ σκέλη, καὶ χεῖρας, καὶ ῥῖνας, καὶ ὦτα, καὶ κάλλος, καὶ ἀγάπην, καὶ περίληψιν, καὶ συνάφειαν εὑρίσκο μεν, καὶ πάντα ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων εἰρημένα, καὶ οὐδὲν οὕτω νοοῦμεν, ὡς ἀναγινώσκομεν, οὐδὲ τῷ ἀποκτείνοντι πειθόμεθα γράμματι· ἀλλ' ἐντὸς τούτου γενόμενοι, τὴν τοῦ Πνεύματος ἐρευνῶμεν διάνοιαν, καὶ ὑπ' αὐτοῦ φωτιζόμενοι πνευματικῶς ἐκλαμβά νομεν τὰ τοῦ Πνεύματος. Καὶ ἀκούοντες πρὸς τὴν Ἱερουσαλὴμ λέγοντος τοῦ Θεοῦ, "Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία," οὐ φυσικὴν, ἀλλὰ γνωμικὴν νοοῦμεν συγγένειαν. Κατὰ γὰρ φύσιν, τοῦ Ἀβραὰμ ἦσαν ἀπόγονοι, ὃς ἐκ τοῦ Σὴμ κατῆγε τὸ γένος· κατὰ δὲ τὴν τοῦ τρόπου μοχθηρίαν, τῷ γένει τοῦ καταράτου συνέβαινον Χαναάν. ∆ιὸ καὶ τὸν πατέρα Ἀμοῤῥαῖον, τὴν δὲ μητέρα εἶναι λέγει Χετ ταίαν· παῖδες δὲ οὗτοι τοῦ Χαναάν. Ὧν γὰρ τὴν πο νηρίαν ἐμιμήσαντο, τούτων ἔλαχον τὴν συγγένειαν. ∆ιὸ καὶ ὁ μακάριος Ἰωάννης ὁ Βαπτιστὴς τοῖς πρὸς αὐτὸν ἐξεληλυθόσιν ἔλεγε· "Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς, Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ." Καὶ τοὺς τὸν Ἀβραὰμ αὐχοῦντας, γεννήματα ἐχιδνῶν προσηγόρευσεν, διὰ τὴν τῆς πονηρίας συγγένειαν. Καὶ αὐτὸς δὲ ὁ Κύριος τοῖς εἰρηκόσιν, "Ἡμεῖς Πατέρα ἔχομεν τὸν Ἀβραὰμ," ἀπεκρίνατο λέγων· "Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ." Καὶ δεικνὺς τὴν αἰτίαν ἐπάγει· "Καὶ τὰ ἔργα τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν." Καὶ δηλῶν ὁποῖα, "Ἐκεῖνος, φησὶν, ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς·" οὕτως τοιγαροῦν καὶ ἐνταῦθα ὁ τῶν ὅλων ἔφη Θεός· "Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου, ἐκ γῆς Χαναάν. Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία." Εἶτα δει κνὺς τὴν ἐν Αἰγύπτῳ διαγωγὴν, τὴν ἀτημέλητον καὶ κηδεμονίας οὐδεμιᾶς ἠξιωμένην· "Ἐν ᾗ ἡμέρᾳ ἐτέ χθης, φησὶν, οὐκ ἔδησαν τοὺς μαστούς σου." Τροπι κῶς καὶ τοὺς μαστοὺς, καὶ τοὺς δεσμοὺς προσαγο ρεύσας, ἐπειδὴ ἔθος ταῖς παρθένοις παιδόθεν τῶν μα στῶν ἐπιμελεῖσθαι. ∆ιὸ καὶ διὰ Ἱερεμίου τοῦ προ φήτου φησὶν ὁ Θεός· "Μὴ ἐπιλήσεται νύμφη τοῦ κόσμου αὐτῆς; ἢ παρθένος τῆς στηθοδεσμίδος αὐτῆς;" ἐπιμελοῦνται δὲ τούτων παρθένοι, τοῖς οἰκείοις νυμ φίοις ἀρέσκειν βουλόμεναι. Ἐπεὶ οὖν οὐδεμιᾶς ἐπιμελείας τετύχηκε μετὰ τὸν τῆς ἐν