1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

39

ἡμῶν φωτίσειε, χάριτος ἀκτῖνας πέμψας, καὶ τὸν κεκρυμ μένον ὑποδείξειε νοῦν. Φέρε τοίνυν, τὸν ἀποκαλύ πτοντα μυστήρια κατὰ τὸν σοφὸν ∆ανιὴλ ἐπικαλεσά μενοι βοηθὸν, τῆς ἑρμηνείας ἁψώμεθα τοῦ συγγράμ ματος τὴν ἀκολουθίαν φυλάττοντες. Ἐν μὲν οὖν τῷ τέλει τοῦ πρὸ τούτου συγγράμματος ἠκούσαμεν τοῦ νυμφίου τῆς νύμφης τὸ κάλλος θαυμάζοντος, καὶ ἑκάστῳ μορίῳ εὐφημίαν προσάγοντος, καὶ μετὰ ταῦτα ὅλην αὐτὴν, ὡς ἄμωμον ἐγκωμιάζοντος· οὐ γὰρ ἔχει σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, κατὰ τὸν μακάριον Παῦλον, τῶν ἐν ἀρετῇ τετελειωμένων ψυχῶν ὁ χορός. Ἐνταῦθα δὲ καλεῖ αὐτὴν ἀπὸ τοῦ Λιβάνου νύμφην προσαγορεύων, καί φησι· ηʹ. ∆εῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο, ἀπὸ τοῦ Λιβάνου ἐλεύσῃ· καὶ διελεύσῃ ἀπ' ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὴρ καὶ Ἀερμὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. Ἐοικέναι δὲ ταῦτά μοι δοκεῖ τοῖς ἐν τῷ μδʹ ψαλμῷ πρὸς τὴν νύμφην εἰρημένοις· "Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυ 81.137 μήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου." Καὶ γὰρ ἐκεῖ παραίνεσιν αὐτῇ καὶ συμβουλὴν ὁ λόγος προσφέρει, ἐπιλαθέσθαι τε τοῦ λαοῦ αὐτῆς καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς παρα κελεύεται, ὡς οὐκ ἂν ἑτέρως τοῦ βασιλέως τοῦ κάλ λους αὐτῆς ἐπιθυμήσοντος, εἰ μὴ τοῦτο γένοιτο. Λαὸν δὲ αὐτῆς καὶ οἶκον πατρὸς τὰ παλαιὰ ἔθη καλεῖ, περὶ ὧν ὁ μακάριος Παῦλός φησιν· "Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία τοῦ Σωτῆρος ἡμῶν Θεοῦ ἐπεφάνη· οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὑτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνα καινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως," καὶ τὰ ἑξῆς. Ἐν τούτῳ δὲ τῷ συγ γράμματι ἀπὸ Λιβάνου καλεῖ αὐτὴν, καὶ ἀπὸ Σανήρ· διὰ μὲν τοῦ Λιβάνου τὴν εἰδωλολατρείαν σημαίνων, διὰ δὲ τοῦ Σανὴρ, ὃ ἑρμηνεύεται λύχνων ὁδὸς, τὴν ἐν νόμῳ πολιτείαν. Λύχνος γὰρ ὁ νόμος, ὁ ἐν νυκτὶ λάμπων· ἥλιος δὲ ὁ Χριστὸς, ὡς ἐν ἡμέρᾳ φαίνων. ∆ιὸ καὶ ὁ Θεὸς διὰ τοῦ προφήτου φησίν· Τοῖς δὲ φο βουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ." Προστίθησι δὲ καὶ τὸ Ἀερμὼν ὄρος, καὶ δι' αὐτοῦ τὸν νόμον παραδηλῶν· φησὶ γὰρ ἐν Ψαλμοῖς ὁ μέγας ∆αβίδ· "Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν," τουτέστι τὰ τοῦ νόμου διδάγματα, τοῖς ὄρεσι τῆς Σιὼν χορ ηγούμενα. Ὄρη δὲ νοητέον τοὺς ἐν ἀρετῇ τελείους, ὡς ὑψηλοὺς καὶ ἐπισήμους, καὶ κατὰ τὸ φρόνημα τὸ θεῖον ὑπερανεστηκότας. Καλεῖ τοιγαροῦν ὁ νυμ φίος τοὺς μὲν ἀπὸ Λιβάνου, ὡς εἰδώλοις προσεδρεύειν δεδιδαγμένους· τοὺς δὲ ἀπὸ Σανὴρ καὶ Ἀερμὼν, ὡς τοῦ νόμου τὴν δρόσον δεχομένους, καὶ ὑπὸ τῶν θείων ἐντολῶν φωτιζομένους. Τούτοις ἐπάγει· "Ἀπὸ μαν δρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων·" μάνδρας μὲν λεόντων τοὺς θρασυτάτους καὶ μανικωτάτους Ἰου δαίους προσαγορεύων· παρδάλεις δὲ τοὺς τῶν Ἑλλή νων σοφοὺς, οἳ τῇ ποικιλίᾳ τῶν λόγων, καὶ τῇ τε χνολογίᾳ τῶν σοφισμάτων, τὴν ψευδολογίαν συγκα λύπτοντες, πιθανὴν τοῖς ἀνοήτοις ἀπέφαινον. Οὕτω καλέσας τὴν νύμφην, καὶ συναγαγὼν αὐτὴν ἀπὸ τῶν διαφόρων ὀρῶν, καὶ διὰ τῆς πίστεως αὐτῇ τὴν σωτη ρίαν πραγματευσάμενος, καὶ τὸ ἐντεῦθεν αὐτῇ γενό μενον θεασάμενος κάλλος, φησὶ πρὸς αὐτήν· θʹ. Ἐκαρδίωσας ἡμᾶς. ἀδελφή μου νύμφη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ τῶν ὀφθαλμῶν σου, ἐν ἑνὶ ἐνθέματι τραχήλου σου. Τὸ δὲ, "ἐκαρδίωσας ἡμᾶς," ὁ Σύμμαχος, "ἐθάρσυνας," ἔφη. Ὃ δὲ λέ γει τοιοῦτόν ἐστιν· Οἱ μὲν δύο ὀφθαλμοί σου θαυμα στοὶ, καὶ πνευματικοὶ, καὶ περιστεραὶ εἰκότως προσ 81.140 αγορευόμενοι· θάτερος δὲ αὐτῶν