1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

57

καινὸν πῦρ διὰ τῆς Καινῆς ∆ιαθήκης εἰς τὴν θείαν εἰσενεγκοῦσα σκηνὴν, βοᾷ καὶ λέγει· "Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά." Εἰκότως τοίνυν "θυγατέρα Ναδὰβ" αὐτὴν προσαγορεύει, ἅτε δὴ τῷ καινῷ πυρὶ τὴν τῶν ἀνθρώπων θυσίαν ὁλο καυτώσασαν. Εἰ γὰρ καὶ κατὰ τὸ φρόνημα τῆς τοῦ πυρὸς ἐναλλαγῆς διαφέρουσιν, ἀλλὰ ἓν ὑπ' ἐκείνου καὶ ταύτης τὸ πρᾶγμα γεγένηται. Ταῦτα δὲ ἐπὶ τοῦ παρόντος εἰρήκαμεν, ἵνα μηδὲ τὴν προσηγορίαν κατα λίπωμεν ἀθεώρητον. Πάλιν τοίνυν ὁ νυμφίος κατὰ μέρος αὐτῆς τὰ μέλη διέξεισι, καὶ ἑκάστῳ τὴν πρόσ φορον εὐφημίαν προσφέρει, καί φησι· Ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου. (βʹ, εʹ.) Ὀμφαλός σου κρατὴρ το ρευτὸς, μὴ ὑστερούμενος κράμα· κοιλία σου θη μωνία σίτου πεφραγμένη ἐν κρίνοις. ∆ύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος. Τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσσεβὼν, ἐν πύλαις θυγατρὸς πολ λῶν. Μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου, σκο πεύων πρόσωπον ∆αμασκοῦ. Κεφαλή σου ὡς Κάρμηλος ἐπὶ σέ· καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Πρότερον μὲν οὖν ὁ νυμφίος ἀπὸ τῶν ἄνωθεν τῆς νύμφης ἀρξάμενος ἐπῄνεσεν αὐτήν· ἐπὶ δὲ τοῦ παρ όντος, ἀπὸ τῶν διαβημάτων καὶ τῶν ὑποδημάτων τὴν ἀρχὴν ποιησάμενος, ἄχρι τοῦ πλοκίου τῆς κεφαλῆς ἀνελήλυθε. Καὶ θαυμάζει, μετὰ τὰ ὑποδήματα καὶ τὰ διαβήματα, οὐ τοὺς μηροὺς, ἀλλὰ τοὺς ῥυθμοὺς τῶν μηρῶν, καὶ λέγει αὐτοὺς ἐοικέναι ὁρμίσκοις ὑπὸ τεχνίτου κατεσκευασμένοις· Ὥσπερ γὰρ ἐκεῖνοι, φησὶ, μετὰ πάσης ἁρμονίας ἔχουσι τοὺς λίθους τῷ χρυσῷ ἐμπεπηγότας, ὥστε τοὺς ὁρῶντας μὴ μόνον τὰς ὕλας τοῦ χρυσοῦ καὶ τῶν λίθων, ἀλλὰ καὶ τὴν τέχνην τοῦ χρυσοχόου θαυμάζειν· οὕτως ἕκαστον τῶν τῆς πρακτι κῆς ἀρετῆς μορίων ῥυθμῷ καὶ ἁρμονίᾳ κεκόσμηται. Τοὺς γὰρ μηροὺς τροπικῶς τὴν πρακτικὴν ὠνόμασεν ἀρετὴν, ἐπειδὴ διὰ τούτων τὴν πορείαν ποιούμενοι δρῶ 81.189 μεν ἃ βουλόμεθα. Θαυμάζει τοίνυν ὁ νυμφίος τὴν νύμ φην, ἀπὸ τῆς πρακτικῆς ἀρξάμενος, καὶ ἄνεισιν ἐπὶ τὴν θεωρίαν, ἐν ἀρχῇ τοὐναντίον ποιήσας· ἀπὸ γὰρ τῆς θεωρίας ἀρξάμενος, ἐπὶ τὴν πρᾶξιν ἐλήλυθεν. "Ὀφθαλμοί σου γὰρ, ἔφη, περιστεραὶ," τὸ πνευμα τικὸν τοῦ ὀπτικοῦ τῆς ψυχῆς διὰ τούτου σημαίνων. Ἐνταῦθα δὲ τὴν πρακτικὴν ἀρετὴν πρώτην θαυμά ζει, καὶ μάλα εἰκότως· πρότερον γὰρ φωτιζόμενοι, καὶ τοὺς μεμυκότας τῆς ψυχῆς ἀνοίγοντες ὀφθαλ μοὺς, καὶ τὸ θεῖον φῶς εἰσδεχόμενοι, τῇ πίστει βε βαιούμεθα· εἶθ' οὕτως ἐπὶ τὴν πρακτικὴν ὁδεύο μεν ἀρετήν. ∆ιὰ τοῦτο πρῶτον ἐγκώμιον ὁ νυμφίος ὑφαίνων, ἀπὸ τῶν ὀφθαλμῶν ἤρξατο, τῶν πρώτων τὴν θεραπείαν δεξαμένων. Νῦν δὲ ἐπειδὴ τέλειον τῆς νύμφης τὸ κάλλος ἐγένετο, κάτωθεν ἀπὸ τῆς πρα κτικῆς ἀρχόμενος ἀρετῆς, ἐπὶ τὴν θεωρίαν ἄνεισι, τῆς νύμφης τὴν εὐμορφίαν ἐγκωμιάζων. Καὶ πρῶτον μὲν ἐπαινεῖ τὰ διαβήματα καὶ τὰ ὑποδήματα, εἶτα τῶν μηρῶν τοὺς ῥυθμοὺς, τουτέστιν ἕκαστον τῶν γινο μένων· μετὰ δὲ τοὺς μηροὺς τὸν ὀμφαλόν· "Ὀμ φαλός σου γὰρ, φησὶ, κρατὴρ τορευτὸς μὴ ὑστερούμε νος κράμα." Παραθῶμεν δὲ, εἰ δοκεῖ, τὰ περὶ τοῦ ὀμφαλοῦ τῆς Ἰουδαίας ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων εἰρη μένα διὰ Ἰεζεκιὴλ τοῦ προφήτου. Τὴν γὰρ ἀκολα σίαν αὐτῆς θριαμβεύων, καὶ τὴν πολλὴν αὐτῆς δημο σιεύων ἀσέβειαν, ὡς καὶ ἐν τῷ πρώτῳ λόγῳ διεξελη λύθαμεν, τῷ προφήτῃ φησί· "∆ιαμάρτυραι τῇ Ἱερου σαλὴμ τὰς ἀνομίας αὐτῆς, καὶ ἐρεῖς· Τάδε λέγει Κύριος τῇ Ἱερουσαλήμ· Ἡ ῥίζα σου καὶ ἡ γένεσίςσου ἐκ γῆς Χαναὰν, ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία. Καὶ ἡ γένεσίς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἐτμήθη ὁ ὀμφαλός σου." Ἐκείνῃ μὲν οὖν φησιν, "Οὐκ ἐτμήθη ὁ ὀμφαλός σου·" ταύτῃ δὲ, "Ὀμφαλός σου κρατὴρ τορευτὸς οὐχ ὑστερού μενος κράμα." Ἡ μὲν γὰρ ἐξ Αἰγύπτου τεχθεῖσα οὐκ ἔτεμεν αὑτῆς τὸν ὀμφαλὸν, ἀλλ' ὥσπερ διά τινος ῥίζης εἷλκεν ἐξ Αἰγύπτου τὴν πονηρίαν τῆς δυσσεβοῦς διδασκαλίας.