1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

21

εὐπρέπειαν αὐτῆς ἐκπλήττεται. Πρὸ δὲ πάντων τοὺς ὀφθαλμοὺς αὐτῆς ἐγκωμιάζει, καί φησιν· "Οἱ ὀφθαλμοί σου περιστεραὶ," τουτέστι πνευματικοί· ἐν εἴδει γὰρ περιστερᾶς ἐπεφοίτησε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐνῴκησε τῷ νυμφίῳ. ∆ιὰ τοῦτο οὐ λέγει, ὡσεὶ περιστερᾶς, ἀλλὰ "περιστεραὶ," τουτ έστι πνευματικοὶ, χάριτος θείας πεπληρωμένοι, ἀχλύος ἐλεύθεροι, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος, καὶ δυνάμενοι λέγειν· "Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ." Ἀποκρίνεται πάλιν ἡ νύμφη, καί φησιν· ιεʹ, ιϛʹ. Ἰδοὺ εἶ καλὸς, ἀδελφιδοῦς μου, καί γε ὡραῖος πρὸς κλίνην ἡμῶν σύσκιον. ∆οκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι. Μέχρι μὲν οὖν τοῦ παρόντος τὴν εὐοσμίαν αὐτοῦ διετέλει θαυμάζουσα· νῦν δὲ αὐτοῦ καὶ τὴν ὥραν ἐκπλήττεται, φωτισθεῖσα τοὺς ὀφθαλμοὺς, καὶ πνευ ματικοὺς αὐτοὺς κτησαμένη, ὡς καὶ περιστερᾶς ὀνο μασθῆναι· διό φησιν, ὅτι "Καλὸς καὶ ὡραῖος ὁ ἀδελ φιδοῦς μου." Κλίνην δὲ, ὡς οἶμαι, τὴν θείαν καλεῖ Γραφήν· ἐν ᾗ ὅ τε νυμφίος καὶ ἡ νύμφη διανα παυομένη κοινωνοῦσιν ἀλλήλοις κατὰ τὴν πνευμα τικὴν κοινωνίαν. Καὶ ὁ μὲν δίδωσι τοῦ λόγου τὰ 81.85 σπέρματα· ἡ δὲ δεχομένη συλλαμβάνει, καὶ κύει, καὶ ὠδίνει, καὶ βοᾷ μετὰ τοῦ προφήτου· "∆ιὰ τὸν φό βον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσα μεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐκυήσα μεν ἐπὶ τῆς γῆς." Σύσκιον δὲ καλεῖ τὴν κλίνην, ὡς βοηθουμένην ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος, καὶ τοῦ καύματος τῆς ἁμαρτίας ἀπηλλαγμένην. Ὅπερ γὰρ ἡ νεφέλῃ τῷ Ἰσραὴλ γέγονεν, τοῦτο ἡμῖν ἡ τοῦ Πνεύματος βοήθεια. ∆ιὰ τοῦτό φησι· "Πρὸς κλίνην ἡμῶν σύσκιον. ∆οκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι." Ταῦτα δὲ τὰ εἴδη τῶν ξύλων παρέλαβεν, ἐπειδὴ ἡ μὲν κέδρος ἔχει τὸ ἄσηπτον, ἡ δὲ κυπάρισσος τὸ εὐῶδες· ἀμφότερα δὲ παρὰ τῇ θείᾳ Γραφῇ ἔστιν εὑρεῖν, ἥτις ἡμῶν οὐ μόνον κλίνη, ἀλλὰ καὶ οἶκος τυγχάνει, καὶ τράπεζα, καὶ τροφή· καὶ οὐ μόνον τὴν εὐωδίαν παρέχει, ἀλλὰ καὶ τὸ ἄσηπτον, καὶ τὸ ἀπαθὲς, καὶ ἀθάνατον ἐπαγγέλλεται. Εἰ δέ τις βούλοιτο οἴκους τῆς νύμφης, καὶ τὰς ἁπανταχοῦ γῆς καὶ θαλάσσης ἐκκλησίας καλεῖν, οὐ διαμαρτήσεται τῆς ἀληθείας· τῶν κέδρων καὶ τῶν κυπαρίσσων τρο πικῶς νοουμένων· τῶν μὲν ὡς δοκῶν τιμιωτέρων· αἱ γὰρ δοκοὶ τὸν ὄροφον φέρουσιν· τῶν δὲ ὑποδεεστέρων, φατνωμάτων ὀνομαζομένων. Οὕτως ἐπαινεθεὶς ὁ νυμ φίος ὑπὸ τῆς νύμφης διδάσκει, ὡς οὐδέπω τὸ ἀλη θινὸν αὐτοῦ τεθέαται κάλλος, ἀλλ' ἔτι τῇ τοῦ κάλλους ἐνετρύφησε σκιᾷ. ΚΕΦΑΛ. βʹ. αʹ. Ἐγὼ γὰρ, φησὶν, ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλωμάτων. Τὴν ἀνθρωπίνην μου, φησὶν, εὐμορφίαν τεθέασαι· ἐπειδὴ Θεὸν οὐδεὶς ἑώρακε πώ ποτε. Ἐγὼ γὰρ τοῦ πεδίου ἄνθος ἐγενόμην, τουτέστι, γήϊνον ἀνέλαβον σῶμα, καὶ ἐν τῇ γῇ ἐβλάστησα, προαιώνιος ὑπάρχων καὶ ὑψηλὸς, μᾶλλον δὲ ἀμέτρη τος. Κρίνον ἐγενόμην οὐκ ὀρέων, οὐδὲ βουνῶν, οὐδὲ πεδίων ἁπλῶς, ἀλλὰ κοιλωμάτων. Οὐ γὰρ μόνον τοῖς ζῶσιν εὐηγγελίσατο τὴν σωτηρίαν, ἀλλὰ καὶ τοῖς νε κροῖς τὴν ἀνάστασιν, κατελθὼν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, ἵνα πληρώσῃ τὰ πάντα. ∆ιὰ τοῦτο τοῦ μὲν πεδίου ἄνθος ἑαυτὸν ὀνομάζει, κρίνον δὲ τῶν κοιλω μάτων, τουτέστι τῶν τεθνηκότων· καὶ γὰρ ἐκείνοις τὴν ἀναβίωσιν ἐπηγγείλατό τε καὶ ἐπραγματεύσα το. Εἶτα ἐπειδὴ ἑαυτὸν τοιούτοις ὀνόμασι προσ ηγόρευσε, φησὶ τῇ νύμφῃ· βʹ. Ὡς κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἐν μέσῳ τῶν θυγατέρων. Ὅση γὰρ διαφορὰ τοῦ κρίνου πρὸς τὰς ἀκάνθας, τοσοῦτο διενήνοχέ σου τὸ