1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

26

πατοῦντες τοὺς θανατοῦντας ὄφεις, καὶ ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐπιβουλεύον τας· δι' ὧν ἀπεκαλύφθησαν οἱ δρυμοὶ ἄκαρποι, ἡ τῶν εἰδώλων ἀπάτη· δι' ὧν ἐν τῷ ναῷ τοῦ Θεοῦ πᾶς τις λέγει δόξαν. Τοιαῦτα καὶ ὁ μακάριος Ἀββακοὺμ ὁ προφήτης φησίν· "Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαί με ἐν ᾠδῇ αὐτοῦ." Ἀλλὰ γὰρ καιρὸς ἐπὶ τὸ προκείμενον ἐπανελθεῖν. "Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. Ὅμοιός ἐστιν ἀδελφιδοῦς μου τῇ δορκάδι, ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ." ∆ιδά σκει δὲ ἐνταῦθα ἡ νύμφη τὴν τῶν εἰδώλων κατά λυσιν ὑπὸ τοῦ νυμφίου γενομένην. Ὄρη γὰρ καὶ 81.100 βουνοὺς, τὰ ἐν τοῖς ὄρεσι πάλαι ὄντα ἄλση καὶ τεμένη τῶν δαιμόνων ὠνόμασε, καθ' ὧν ἁλλόμενος καὶ πηδῶν τῇ τε σοφίᾳ τῶν λόγων, καὶ τῇ δυνάμει τῶν θαυμάτων, περιεγένετό τε καὶ φροῦδα αὐτὰ παντε λῶς πεποίηκεν. Ἀμέλει καὶ ὁ Σύμμαχος τοῦτο σα φέστερον ἑρμηνεύων φησίν· "Ἰδοὺ οὗτος ἔρχεται βαίνων κατὰ τῶν ὀρέων, διαπηδῶν κατὰ τῶν βουνῶν." Τούτοις ἐπιφέρει πάλιν ἡ νύμφη· "Ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν ἕστηκε, παρακύπτων διὰ τῶν θυρί δων, εἰσκύπτων διὰ τῶν δικτύων." ∆ιδάσκει δὲ, ὅτι πᾶν ὄρος καὶ βουνὸν ταπεινώσας, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, παραγίνεται πρὸς αὐτὴν τα πεινὴν οὖσαν πάλαι, καὶ φάραγγι ἀπεικασμένην, καὶ πληροῖ αὐτὴν, καὶ τίθησι τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ τραχείας εἰς ὁδοὺς λείας· καὶ περιτίθησιν αὐτῇ ὡς μὲν πόλει τεῖχος, ἵνα μὴ πολιορκῆται ὑπὸ τῶν πολεμίων, ὡς δὲ ἀμπελῶνι, καὶ κήπῳ, καὶ παραδείσῳ τοῖχον, ἵνα μὴ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπο ρευόμενοι τὴν ὁδὸν, μηδὲ λυμήνηται αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατανεμήσηται αὐτὴν, ὡς τὴν προτέραν ἐκείνην τὴν ἐξ Αἰγύπτου μετατεθεῖσαν. Σημαίνει τοίνυν, ὅτι καταλύσας τὰ τῶν δαιμόνων τεμένη, καὶ τῶν λεγομένων θεῶν τὰ ἄλση καὶ τοὺς νεὼς (τοῦτο γὰρ διὰ τοῦ "ἐπὶ τὰ ὄρη Βαιθὴλ" ᾐνί ξατο· τὸ γὰρ, Βαιθὴλ, οἶκον ἑρμηνεύει Θεοῦ· ὁμω νύμως δὲ τῷ ἐπὶ πάντων Θεῷ καὶ οἱ μὴ ὄντες ὑπὸ τῶν δυσσεβῶν ὠνομάζοντο θεοί)· παραγέγονε πρὸς αὐτήν. Καὶ εἰς μὲν τὸν θάλαμον αὐτῆς οὐδέπω εἰσελήλυθεν· ἔξω δὲ τοῦ τοίχου ἑστηκὼς παρακύπτει διὰ τῶν θυρίδων· θύρας δὲ τὰς αἰσθήσεις καλεῖ. Ὥσπερ γὰρ διὰ θυρίδων τῶν αἰσθήσεων εἰσρεῖ τῇ ψυχῇ τά τε ἀγαθὰ καὶ τἀναντία, καὶ πάλιν ἐκεῖ θεν ἐκρεῖ. ∆ιὸ καὶ ὁ προφήτης φησὶν Ἱερεμίας, ὅτι "Θάνατος ἀνέβη διὰ τῶν θυρίδων." -"Ὁ γὰρ ἐμ βλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ," καὶ εἰσέρ χεται θάνατος διὰ τῶν θυρίδων. Καὶ ὁ παραδεξάμε νος ἀκοὴν ματαίαν, δέχεται θάνατον διὰ τῶν θυρίδων. Ἀλλ' ἡ νύμφη νῦν τῆς ὥρας τοῦ νυμφίου διὰ τῶν θυρίδων ἀπολαύει. Καὶ ζητητέον πῶς ὁ νυμφίος παρακύπτει διὰ τῶν θυρίδων, τουτέστι διὰ τῶν αἰσθήσεων τῶν ἡμετέρων. Ὅταν ἐν νόμῳ Κυρίου μελετῶντες ἡμέρας καὶ νυκτὸς τοῖς θείοις ἐντρυφῶ μεν λόγοις, καὶ μετὰ κατανύξεως καὶ γνώσεως προσ έχωμεν τοῖς γεγραμμένοις, διανοίγομεν ἡμῶν τὰς θυρίδας, καὶ ὑποδεχόμεθα τοῦ νυμφίου τὸ πρόσωπον. Καὶ ὅταν ἑτέρων ἀναγινωσκόντων τὰ θεῖα λόγια, ἢ περὶ Θεοῦ διαλεγομένων, σπουδαίως ἀκούωμεν, πάλιν διὰ τῶν ἄλλων θυρίδων ὁ νυμφίος παρακύπτει, καὶ τὸ οἰκεῖον ἡμῖν ὑποδείκνυσι κάλλος. Οὐ μόνον δὲ διὰ τῶν θυρίδων παρακύπτει, ἀλλὰ καὶ ἀπὸ τῶν δικτύων ἐκκύπτει· οὐ καταλιμπάνει γὰρ αὑτοῦ τὴν νύμφην θηρευομένην ὑπὸ τῶν ἐπιβούλων δαιμόνων, 81.101 καὶ δικτύοις περιβαλλομένην, ἀλλὰ "ῥύεται αὐτὴν 81.101 ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους." Καὶ ἐν αὐτοῖς δὲ τοῖς πειρασμοῖς ἐκκύπτει διὰ τῶν δικτύων, καὶ ψυχαγωγεῖ αὐτὴν πολιορκουμένην, καὶ τὸ φρόνημα αὐτῆς ἀνορθοῖ. Καὶ τοῦτο ἔστιν εὑρεῖν ἔν τε τῇ Παλαιᾷ καὶ τῇ Νέᾳ Γραφῇ, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γεγενημένον, καὶ τοὺς εὐσεβεῖς πάσης παρα ψυχῆς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων