1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

46

αὐτῷ ὡσεὶ πε ριστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουσμέ ναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδά των. Σιαγόνες αὐτοῦ, ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά· χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. Χεῖρες αὐ τοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπ φείρου. Κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς λίβανος ἐκλεκτὸς, ὡς κέδροι. Φάρυγξ αὐτοῦ γλυκασμὸς, καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδοῦς μου, καὶ οὗτος πλησίον μου, θυγα τέρες Ἱερουσαλήμ. Ἐρωτησάσας τὰς νεάνιδας διδάσκει ἡ νύμφη τοῦ ἀδελφιδοῦ τὰ σημεῖα, καί φησιν· "Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥός." Πρῶτον μὲν τίθησι τὸ "λευκὸς," δεύτερον δὲ τὸ "πυῤῥός·" Θεὸς γὰρ ἀεὶ ἦν, ἐγένετο δὲ καὶ ἄνθρωπος, οὐκ ἀφεὶς ὃ ἦν, οὐδὲ τραπεὶς εἰς ἄνθρωπον, ἀλλ' ἀνθρωπείαν ἐν δυσάμενος φύσιν. Λευκὸς τοίνυν ἐστὶν, ὡς Θεός· τί γὰρ φωτὸς λαμπρότερον; φῶς δέ ἐστιν ἀληθινὸν, κατὰ τὴν τῶν Εὐαγγελίων φωνήν· "Ἦν γὰρ, φησὶ, 81.157 τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον." Οὐ μόνον δὲ λευκός ἐστιν, ἀλλὰ καὶ πυῤῥός· οὐ μόνον γάρ ἐστι Θεὸς, ἀλλὰ καὶ ἄνθρωπος· τὸ δὲ πυῤῥὸν παραδηλοῖ τὸ γήϊνον· διὸ καὶ ἐν τῷ Ἡσαΐᾳ ἐρωτῶσιν αἱ θεῖαι δυ νάμεις, ὁρῶσαι αὐτὸν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνιόντα, καί φασι· "Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὗτος ὡραῖος ἐν στολῇ, βίᾳ μετὰ ἰσχύος·" καὶ θαυμάζουσιν αὐτοῦ καὶ τὸ ἐν σώματι κάλλος, στολὴν αὐτοῦ τοῦτο προσ αγορεύσαντες. "Ὡραῖος γάρ ἐστι κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων," ὡς ἄνθρωπος· τὸ γὰρ θεῖον αὐτοῦ κάλλος ἀσύγκριτον, ὡς ἀνέφικτον· ἐρωτῶσι δὲ αὐτὸν, καί φασιν· "Ἱνατί σου ἐρυθρὰ τὰ ἱμάτια, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρης καταπεπατημένης;" Καὶ διδάσκει αὐτὰς μαθεῖν ποθούσας τῆς ἐρυθρότη τος τὴν αἰτίαν, καὶ λέγει· "Ληνὸν ἐπάτησα μονώτα τος, καὶ τῶν ἐθνῶν οὐδεὶς ἦν μετ' ἐμοῦ·" -"Οὔτε γὰρ πρέσβυς, οὔτε ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς," κατὰ τὴν Ἡσαΐου προφητείαν· "Καὶ συνεπά τησα αὐτὸς, φησὶν, ἐν τῷ θυμῷ μου, καὶ συνέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου," τοὺς τῆς ἀνθρωπείας φύ σεως πολεμίους δαίμονας, καὶ τῶν ἐκείνων στρατόν· "Καὶ κατεῤῥάνθη τῷ κατανικήματι αὐτῶν τὰ ἱμάτιά μου·" ἐν γὰρ τῷ νικᾷν καὶ καταλύειν αὐτῶν τὸ κράτος, ἔλαβόν τινας αἱμάτων ῥανίδας ἐν τοῖς ἱματίοις· δηλοῖ δὲ τὸν τριήμερον θάνατον. Καὶ προσεκτέον ἀκριβῶς, ὡς οὐ λέγει κατεῤῥάνθην ἐγὼ, ἀλλὰ κατεῤῥάνθη τῷ κατανικήματι αὐτῶν τὰ ἱμάτιά μου, τουτέστι τὸ σῶμά μου· ἀπαθὴς γὰρ ἡ θεία φύσις, τὸ δὲ σῶμα τὸ πάθος ἐδέξατο· σύροντος μὲν αὐτὸ τοῦ ἑνωθέντος Θεοῦ Λόγου, πάθος δὲ ἐκεῖθεν οὐχ ἑλκύσαντος, ἐπειδὴ φύσει τὸ Θεῖον πάθους ὑπέρτερον. ∆ιὰ τοῦτό φησιν ἡ νύμφη· "Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελεγμένος ἀπὸ μυριάδων." Ἁπάσης γὰρ φύσεως κρείττων ἡ ἀπαρχή· "Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑ ρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·" διὸ θυσία ἄμωμος ὑπὲρ παντὸς προσηνέχθη τοῦ γένους· τούτου χάριν καὶ διὰ Ἡσαΐου τοῦ προφήτου ὁ τῶν ὅλων προαγο ρεύει Θεὸς λέγων· "Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρετισά μην, ὁ ἐκλεκτός μου, ὃν ηὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτὸν, κρίσιν τοῖς ἔθνε σιν ἐξοίσει." Εἰκότως τοίνυν ἡ νύμφη φησίν· "Ἀδελφιδοῦς μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελεγμένος ἀπὸ μυριάδων." Ἔπρεπε γὰρ τῷ τὰς ἁμαρτίας ἡμῶν ἀνειληφότι, αἵτινες ἦσαν πυῤῥαὶ ὡς φοινικοῦν, καὶ ὡς κόκκινον, πυῤῥῷ γενέσθαι καὶ προσαγορευ θῆναι· "Ἀλλὰ καὶ κεφαλὴ αὐτοῦ, φησὶ, χρυσίον ὀφάτζ·" κατὰ μὲν τὸν Σύμμαχον, "ὡς λίθος τίμιος·" κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, "ἐπίσημος χρυσῷ." Κεφαλὴν δὲ αὐτοῦ τροπικῶς καλεῖ τὸ Θεῖον, τὸ λευκὸν 81.160 ἄνω προσαγορευθέν. ∆ιὸ χρυσῷ καὶ λίθῳ αὐτὴν ἀπει κάζει, ταῖς παρὰ ἀνθρώποις τιμιωτάταις ὕλαις· οὐ γὰρ εὗρεν ἕτερον ὄνομα εὐπρεπέστερον. "Βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ." Τὰς ἐκ τῆς κεφα λῆς