1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

49

ιζʹ. Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδοῦς σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδοῦς σου, καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. Εἰ γὰρ μάθοιμεν τὸν τῆς ἀποδημίας τόπον, οὐκ ἀμελήσομεν, ἀλλὰ κοινω 81.165 νήσομέν σοι τοῦ πόνου, καὶ ζητήσομεν ὃν ποθεῖς. Πάλιν τοίνυν αὐταῖς ἀποκρίνεται, λέγουσα· ΚΕΦΑΛ ϛςʹ. αʹ. Ἀδελφιδοῦς μου κατέβη εἰς κῆπον αὑτοῦ, εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα. Ζητητέον δὲ, τί δήποτε καὶ ἕνα λέγει κῆπον, καὶ πολλούς· "Κατέβη γὰρ εἰς κῆπον αὑτοῦ, ποιμαίνειν ἐν κήποις." Καὶ γὰρ μία ἐστὶν Ἐκκλησία, κατὰ τὸν μακάριον Παῦλον· "Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ." Καὶ πάλιν· "Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χρι στὸς ἠγάπησε τὴν Ἐκκλησίαν." Ἀλλὰ καὶ πολλὰς δὲ αὐτὰς πάλιν ὁ μακάριος Παῦλος καλεῖ· οὐ κατὰ τὴν πνευματικὴν, ἀλλὰ κατὰ τὴν τοπικὴν διαίρεσιν τοῦτο ποιῶν· "Παῦλος γὰρ, φησὶν, ὁ ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας." Καὶ Κορινθίοις δὲ γράφων φησίν· "Καὶ γυναῖκες ὑμῶν ἐν ταῖς Ἐκκλησίαις σιγάτω σαν." ∆ιὰ τοῦτο ἡ νύμφη φησίν·" Ἀδελφιδοῦς μου κατέβη εἰς κῆπον αὐτοῦ, εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα·" πάσας γὰρ ποιμαίνει τὰς Ἐκκλησίας, καὶ χαίρει ταῖς φιά λαις τοῦ ἀρώματος, τοῖς τὴν εὐοσμίαν αὐτοῦ κεκτη μένοις, καὶ τοὺς τῆς νύμφης τὸ κάλλος μιμησαμέ νους καὶ κρίνα γενομένους συλλέγει, καὶ τῇ νύμφῃ συνάπτει. Τούτοις ἐπιφέρει ἡ νύμφη· βʹ. Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδοῦς μου ἐμοί· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. Αὐτοῦ γὰρ ἐξήρτημαι, καὶ αὐτῷ ἐμαυτὴν ἀνέθηκα. Καὶ γὰρ αὐ τός με πάσης προτετίμηκε τῆς οἰκουμένης, καὶ ἑαυτῷ συνῆψε, καὶ γεγηρακυῖαν ἀνενεώσατο, καὶ πε νομένην ἐπλούτισε, καὶ δυσειδῆ οὖσαν ὡραίαν ἀπ έφηνε, καὶ μώλωπας ἔχουσαν σεσηπότας καὶ δυσώδεις ἰάσατο, καὶ εὐωδίας ἐπλήρωσε· διὰ τοῦτο λέγω· "Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδοῦς μου ἐμοί· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις," ἢ "ὁ ποιμαίνων τὰ ἄνθη," κατὰ τὸν Σύμμαχον· καὶ γὰρ τοὺς γενο μένους κρίνα ποιμαίνει, καὶ ἐν κρίνοις τοὺς ἀξίους ποιμαίνει· οὐδὲν δὲ τῶν θείων Γραφῶν εὐωδέστε ρον. Ἀκούσας ὁ νυμφίος τῶν λόγων τῆς νύμφης, καὶ ἐλεήσας αὐτὴν ποθοῦσαν αὐτὸν, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν φανταζομένην καὶ περὶ αὐτοῦ διαλεγο μένην, καὶ τὸ κάλλος αὐτοῦ διεξιοῦσαν, ἐπιφαίνεται αὐτῇ, λέγων· γʹ. Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλήμ· θάμβος, ὡς τεταγμένη. Καὶ ποιεῖ αὐτῇ ὄνομα τὸ δι' αὐτὴν γενόμενον πρᾶγμα. "Ἐπειδὴ γὰρ ηὐδόκησε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν Ἰακὼβ, καὶ ἀφῆκε τὰς ἀνομίας τῷ λαῷ αὐτοῦ, καὶ ἐκάλυψε πάσας 81.168 τὰς ἁμαρτίας αὐτοῦ·" εἰκότως αὐτὴν εὐδοκίαν προσαγορεύει· καὶ ὥσπερ αὕτη αὐτὸν ἐπιθυμίαν ἄνω ὠνόμασεν, ἀπὸ τοῦ οἰκείου πάθους τὴν προσ ηγορίαν θεμένη· ἐπιθυμοῦσα γὰρ αὐτοῦ διηνεκῶς, ἐπιθυμίαν καλεῖ· οὕτως καὶ αὐτὸς εὐδοκήσας, καὶ θελήσας μνηστεύσασθαι αὐτὴν καὶ ἑαυτῷ συνᾶψαι, εὐδοκίαν ὀνομάζει. Οὕτως γὰρ, φησὶν, εἶ καλὴ, ὡς εὐ δοκηθεῖσα παρ' ἐμοῦ καὶ ἀγαπηθεῖσα· οὐ μόνον δὲ καλὴ εἶ, ἀλλὰ καὶ ὡραία, καὶ οὐχ ἁπλῶς ὡραία, ἀλλ' ὡς Ἱερουσαλήμ· οὐχ αὕτη ἡ κάτω, ἀλλ' ἡ ἄνω, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν." Ἐκείνῃ ἔοικας, ὦ πλησίον μου· τὴν γὰρ ἀγ γελικὴν πολιτείαν μεμίμησαι· προμελετᾷς ἐν γῇ τὰ οὐράνια, καὶ ἐν