1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

47

ἐκείνου προχεομένας χάριτας ἡγοῦμαι βο στρύχους ὀνομάζεσθαι· μέλανας μὲν κατ' ἄλλο, ἐλά τας δὲ καθ' ἕτερον ὀνομαζομένους. Αἱ γὰρ ἐλάται, καρπός εἰσι φοινίκων ἀρσένων, τοῖς θήλεσιν ἐπιβαλ λόμενοι, καὶ ὡρίμους γίνεσθαι παρασκευάζοντες τοὺς ἐκείνων καρπούς. Ἐπειδὴ τοίνυν τῶν ποικίλων αὐ τοῦ χαρισμάτων ἀπολαύοντες οἱ πεπιστευκότες αὐτῷ καρποφοροῦσιν αὐτῷ τὴν εὐσέβειαν, ἐλάταις εἰκότως ἀπεικάζει τοὺς βοστρύχους· μέλανας δὲ προσαγο ρεύει, διὰ τοῦ βαθέος χρώματος καὶ σκοτεινοῦ, τὸ ἀνέφικτον τῶν οἰκονομιῶν παραδηλῶν. "Βόστρυχοι ἐλάται, μέλανες ὡς κόραξ·" τὸν δὲ κόρακα ἐνταῦθα περιείληφε τῆς χρόας ἕνεκα μόνης· "Οἱ ὀφθαλμοὶ αὐτοῦ, φησὶν, ὡσεὶ περιστεραὶ ἐπὶ πληρώματα ὑδά των· πάλιν ἐνταῦθα διὰ τῶν ὀφθαλμῶν τὸ ὀπτικὸν αὐτοῦ θαυμάζει. ∆ιὸ ὡς περιστερὰς αὐτοὺς εἶναι λέγει ἐπὶ πληρώματα ὑδάτων· καὶ ἀναμιμνήσκει ἡμᾶς τῆς ἐν τῷ Ἰορδάνῃ κατελθούσης ἐπ' αὐτὸν περιστερᾶς. Καὶ μηδένα ξενιζέτω τὸ "ὡς περιστε ραὶ," ἀλλὰ μὴ "περιστερὰ" ῥηθῆναι· εὑρίσκομεν γὰρ οὐ μόνον "πνεῦμα," ἀλλὰ καὶ "πνεύματα" παρὰ τῇ θείᾳ Γραφῇ προσαγορευόμενα· οὐκ ἐπειδὴ πολλὰ Πνεύματα ἅγια, ἓν γάρ ἐστι Πνεῦμα ἅγιον, ὁ Παράκλητος· ἀλλὰ τὰ τούτου χαρίσματα πνεύματα οἶδε καλεῖν ὁ μακάριος Παῦλος· "Καὶ πνεύματα γὰρ, φησὶ, προφητῶν προφήταις ὑποτάσσεται." Ἐπειδὴ τοίνυν πάντα εἶχεν ὁ ∆εσπότης Χριστὸς τοῦ Πνεύματος τὰ χαρίσματα, κατὰ τὸ ἀνθρώπειον, διό φησιν ἡ νύμφη· "Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ περι στεραὶ ἐπὶ πληρώματα ὑδάτων." ∆ιηνεκῶς γὰρ εἰς τὴν τοῦ βαπτίσματος βλέπουσι χορηγίαν οἱ ὀφθαλ μοὶ αὐτοῦ, τοὺς σωζομένους ἀναμένοντες, καὶ πάντων τὴν σωτηρίαν ποθοῦντες· ἀλλὰ καὶ "λελουμέναι ἐν γάλακτι, φησὶν, αἱ περιστεραὶ, καὶ καθήμεναι ἐπὶ πληρώματα ὑδάτων." Τοὺς μὲν γὰρ γαλακτο τροφοῦσι, ταύτης τῆς τροφῆς δεομένους· τοὺς δὲ νεουργοῦσι καὶ ἀνανεοῦσιν, ὑπὸ τῆς ἁμαρτίας πα λαιωθέντας, "καθήμεναι ἐπὶ πληρώματα ὑδάτων," καὶ ταῦτα ἁγιάζουσαι. Καὶ εἰκότως ἔφη "πληρώματα ὑδάτων·" τοὺς γὰρ ἀτελῆ τὴν πίστιν κεκτημένους, καὶ μετὰ εἰλικρινοῦς πίστεως μὴ προσιόντας οὐχ ὑπο δέχεται· ὁποῖος ἦν ὁ Σίμων, ὃς ἐβαπτίσθη μὲν, ἀνάξιος δὲ ὤφθη τῆς χάριτος, μὴ γενόμενος πεπληρωμένος, ἀλλ' ἐλλείπων, καὶ τὸ τέλειον οὐκ ἔχων τῆς πίστεως. "Σιαγόνες αὐτοῦ, φησὶν, ὡς φιάλαι τοῦ ἀρώματος φύου σαι μυρεψικὰ, καὶ χείλη αὐτοῦ κρίνα στάζοντα σμύρ ναν πλήρη." Σιαγόνας δὲ πάλιν καὶ χείλη τὴν διδα σκαλίαν καλεῖ· ὄργανα γὰρ τοῦ λόγου καὶ χείλη, καὶ σιαγόνες· τούτων γὰρ κινουμένων ἡ ἔναρθρος ἀπο τελεῖται φωνή· φιάλας δὲ ἀρώματος ταύτας προσ αγορεύει, διὰ τὸ τῆς διδασκαλίας εὐῶδες· λέγει δὲ 81.161 αὐτὰς καὶ φύειν μυρεψικά· ἐκεῖθεν γὰρ τὰς τῆς διδασκαλίας ἀφορμὰς λαμβάνοντες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, οἷόν τινες μυρεψοὶ γίνονται τοῦ κηρύ γματος, καὶ τὸ μύρον τῆς ὠφελείας κατασκευάζουσι. Κρίνοις δὲ, φησὶν, ἔοικεν αὐτοῦ τὰ χείλη· λάμπουσι γὰρ οἱ θεῖοι λόγοι, οὐδὲν ἀνθρώπινον ἔχοντες· οὔτε γὰρ νήθει, οὔτε ὑφαίνει τὰ κρίνα, κατὰ τὴν τοῦ Κυρίου διδασκαλίαν, ἀλλ' ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς ἀμφιέννυσιν αὐτά. Ἐπειδὴ τοίνυν πάσης ἀνθρωπίνης σοφίας οἱ θεῖοι λόγοι γεγύμνωνται, μόνον δὲ τὸ θεῖον ἔχουσι κάλλος, εἰκότως φησί· "Χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη," τουτέστι τὴν ἐν τῷ παρόντι βίῳ νέκρωσιν ἐκπαιδεύοντα. Τοιαῦτα γὰρ τὰ τοῦ Κυρίου διδάγματα· "Ὁ μὴ καταλιμπάνων πατέρα, καὶ μητέρα, καὶ γυναῖκα, καὶ ἀγροὺς, καὶ ἀμπελῶνας ἕνεκεν ἐμοῦ, οὐκ ἔστι μου ἄξιος·" καί· "Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος·" καί· "Εἰ θέλεις τέλειος γενέσθαι, πώλησόν σου τὰ ὑπάρ χοντα, καὶ δὸς πτωχοῖς, καὶ λαβὼν τὸν σταυρόν σου ἀκολούθει μοι·" διὰ τοῦτο στάζει χείλη αὐτοῦ σμύρ ναν πλήρη. "Χεῖρες δὲ αὐτοῦ τορευταὶ, χρυσαῖ, πεπληρωμέναι Θαρσεῖς." Χεῖρας δὲ τὴν πρακτικὴν ἀρετὴν ὀνομάζει, ἣν μετὰ πάσης ἁρμονίας μετελή