1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

28

ὠφέλειαν ἑλκύσητε, εὑρήσετε ἐκεῖ τὰ ποικίλα τοῦ Πνεύματος δῶρα. Ἡ νύμφη τοιγαροῦν τὴν πνευματικὴν δεξαμένη παραίνεσιν, καὶ κοιμηθεῖσα ἀναμέσον τῶν κλήρων, εὗρε τὰς περιηργυρωμένας πτέρυγας, δι' ὧν πρὸς τὸν νυμ φίον ἀναπτῆναι παρακελεύεται. ιαʹ-ιγʹ. Ἰδοὺ γὰρ, φησὶν, ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ· καιρὸς τῆς τομῆς ἔφθασε· φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. Ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Παραθῶ μεν τούτοις, εἰ δοκεῖ, καὶ τὰς εὐαγγελικὰς τοῦ Κυρίου φωνάς. Πλῆθος γὰρ πολὺ θεασάμενος παν ταχόθεν συῤῥεῦσαν πρὸς αὐτὸν, φησὶ πρὸς τοὺς ἱεροὺς ἀποστόλους· "Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι." Καὶ ἀλλαχοῦ δέ· "Ἤδη, φησὶ, καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον." Καὶ πάλιν· "Ἄλλος ἐστὶ, φησὶν, ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων· ὑμᾶς θερίζειν ἀπ έσταλκα." Ἐντεῦθεν τοίνυν νοήσωμεν τὸ, "Ἰδοὺ ὁ χει 81.105 μὼν παρῆλθε." Τὸν γὰρ πρὸ τῆς παρουσίας αὐτοῦ χρόνον ὀνομάζει χειμῶνα, ἔαρ δὲ τὸ μετὰ τὴν παρ ουσίαν· ἀκμὴν δὲ θέρους, τὸν προσδοκώμενον αἰῶνα. ∆ιό φησιν αὐτὸς, ὅτι "Παρελήλυθε καὶ ὁ χειμὼν καὶ ὁ ὑετὸς," αἱ τοῦ νόμου ἀπειλαὶ, καὶ αἱ σφοδραὶ τῶν ἁμαρτημάτων τιμωρίαι. "Καὶ ἐπορεύθη ἑαυ τῷ." Παραχωρεῖ γὰρ ἡ σκιὰ τῷ σώματι, ὁ παιδ αγωγὸς τῷ σοφῷ διδασκάλῳ. "Ὤφθη γὰρ τὰ ἄνθη ἐν τῇ γῇ." Προσεκτέον τῇ ἀκριβείᾳ τῶν λόγων. Οὐ γὰρ εἶπεν, οἱ καρποὶ, ἀλλὰ "ἄνθη." Ἡ γὰρ τελειότης τῶν ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις παρ έχεται. Ἐνταῦθα δὲ οἱ κατὰ τὸν μακάριον Παῦλον φασίν· "Ἄρτι βλέπω ὡς ἐν ἐσόπτρῳ, ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον." Ἀλλὰ καὶ "Ὁ καιρὸς τῆς τομῆς ἔφθακεν·" ἢ ὡς ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, "κλαδεύσεως." Μετὰ γὰρ τὴν τοῦ ∆εσπότου Χριστοῦ παρουσίαν ταυτησὶ τῆς καθάρσεως πάντα τὰ ἔθνη τετύχηκε. ∆ιὸ καὶ ὁ Κύριός φησιν· "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα· ὁ Πατήρ μου ὁ γεωργός ἐστι· πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν ὃ φέρει καρπὸν, καθαί ρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ." ∆ιὰ τοῦτό φησι· "Καὶ ὁ καιρὸς τῆς τομῆς ἔφθακεν." Ἀλλὰ καὶ "Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν." Φωνὴν πάλιν τρυγόνος τὴν τοῦ παναγίου Πνεύματος διδασκαλίαν καλεῖ. Οὕτω γὰρ ὁ μακάριος ∆αβὶδ ἐν τῷ Ὑπὲρ τῶν ληνῶν προσαγορευομένῳ ψαλμῷ φησίν. Εἰρηκὼς γὰρ, "Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων ἐπιποθῶ, καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα," διδά σκει καὶ τῆς ἀγαλλιάσεως τὴν αἰτίαν, καί φησιν· "Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσίαν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς·" καὶ δεικνὺς ἐπιφέρει λέγων· "Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων." Καὶ διδάσκει ἡμᾶς, ὅτι νεοτ τοὶ μέν εἰσιν οἱ τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας τετυχηκότες· καλιὰ δὲ αὐτῶν, καὶ νεοττία, τὰ θεῖα θυσιαστήρια, ἐν οἷς τρέφονται, καὶ σιτοῦνται, καὶ πτεροφυοῦσιν, καὶ καταβραχὺ τῆς τελειότητος ἀπο λαύουσιν. Οἷον δέ τις μήτηρ αὐτῶν ἐστι τίκτουσα, ἡ τοῦ ἁγίου Πνεύματος χάρις, ἡ τροπικῶς ὀνομαζομένη τρυγὼν, διὰ τὸ σῶφρον τοῦ ζώου, καὶ φιλέρημον, καὶ ἐν δένδροις ἀμφιλαφέσι τὰς καλιὰς πηγνύναι. Φησὶ τοίνυν ὁ νυμφίος, ὅτι "Φωνὴ τῆς τρυγόνος ἠκού σθη ἐν τῇ γῇ ἡμῶν, καὶ ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς," τουτέστι, τὸν πρώϊμον τῆς πίστεως καρπὸν, δι' οὗ καὶ ὁ ἕτερος καρπὸς, ὁ τῶν πράξεων, λέγω, μόνιμος γίνεται, καὶ οὐκ ἐκρεῖ, ἀλλὰ πεπαίνεται, καὶ ἥδιστος ἀποτελεῖται. "Καὶ ἄμπελοι δὲ κυπρίζουσιν, ἔδωκαν ὀσμήν." Ἤνθησαν, φησὶ, οἱ τροπικῶς κα λούμενοι ἄμπελοι, καὶ τὴν εὐοσμίαν ἀφίησι. ιδʹ. Ἀνάστα οὖν, ἐλθὲ, ἡ πλησίον μου. Ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. Καλεῖ δὲ αὐτὴν ἐν τῇ σκέπῃ τῆς πέτρας, ἵνα μὴ πά λιν μέλαινα γίνηται.