1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

23

ὡς ληνοὺς καλεῖ τὰς τοῦ Θεοῦ Ἐκκλησίας, ἐν αἷς ὁ πνευματικὸς οἶνος ἀποθλιβόμενος, καὶ οἱονεὶ ληνοβα τούμενος εὐφραίνει τῶν εὐσεβῶν τὰς ψυχὰς κατὰ τὴν προφητείαν τὴν λέγουσαν· "Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς." ∆ιὰ τοῦτο καὶ ἀξιοῖ ἡ νύμφη εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ οἴνου αὐτοῦ, καὶ παρακα λεῖ τοὺς τοῦ νυμφίου διακόνους λέγουσα· "Τάξατε ἐπ' ἐμὲ ἀγάπην·" τουτέστι, διδάξατέ με τῆς ἀγάπης τὸν τρόπον, ἵνα μὴ ἀγαπήσω πατέρα ἢ μητέρα ὑπὲρ τὸν νυμφίον, ἢ ἀγρὸν, ἢ ἀμπελῶνας, καὶ ἀναξία τοῦ νυμφῶνος φανῶ. Αὐτὸς γὰρ ἀπεφήνατο λέγων· "Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ ἀγαπῶν υἱοὺς καὶ θυγατέρας ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος." Καὶ ὁ παλαιὸς δὲ νόμος, ὁ τῷ Ἀδὰμ δοθεὶς, τοιαῦτα διηγόρευσεν· "Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μη τέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν." -"Τάξατε τοίνυν ἐπ' ἐμὲ ἀγάπην," ἵνα τῷ νυμφίῳ μου συναφθῶ, καὶ τοῦ τον καὶ πατρὸς, καὶ μητρὸς, καὶ τῶν ἄλλων προτι μήσω. "Στηρίξατέ με ἐν μύροις," τουτέστι, Βε βαιώσατέ με τῇ τοῦ νυμφίου εὐοσμίᾳ, καὶ ὑπερείσατέ με, ἵνα μηδέν με σαλεύσῃ· διαπαντός μοι τὴν εὐωδίαν ἐκείνην προσφέροντες, ἵνα μὴ λαβοῦσα λήθην τοῦ νυμφίου περὶ ἕτερα πλανηθῶ. Ἀλλὰ καὶ "Στοιβάσατέ με ἐν μήλοις·" ἀντὶ τοῦ, Τοῖς καρποῖς με τοῦ νυμφίου φορτίσατε· ἵνα ὑπὸ τὴν σκιὰν αὐτοῦ καθ ημένη, καὶ τῶν μύρων αὐτοῦ ὀσφραινομένη, καὶ τῷ καρπῷ αὐτοῦ πεφορτωμένη, ἄληστον αὐτοῦ διαφυλάξω τὴν μνήμην· "Τέτρωμαι γὰρ αὐτοῦ τῇ ἀγάπῃ." Καὶ γὰρ βέλος ἐκλεκτὸν ὑπάρχει, καὶ τιτρώσκει τὰς βαλλομένας ψυχάς. ςʹ. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου· καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Ἀλλὰ μὴ πάλιν εἰς σωματικὰς καταπέσωμεν δόξας, εὐω νύμου καὶ δεξιᾶς ἐπαΐοντες· καὶ γὰρ περὶ τῆς σο φίας, ἥτις ἐστὶν ἕξις, καὶ οὐκ οὐσία, φησὶν ὁ Σολο 81.92 μὼν, ὅτι "Μῆκος βίου, καὶ ἔτη ζωῆς, ἐν τῇ δεξιᾷ αὐτῆς· ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα." Καὶ περὶ τῆς περιλήψεως πάλιν ἔστιν εὑρεῖν ἐν ταῖς Παροιμίαις εἰρημένον τὸ, Ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε· περιχαράκωσον αὐτὴν, καὶ ὑψώσει σε· τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ." Ἐντεῦθεν τοίνυν τὰς ἀφορμὰς λαβόντες, πνευματικώτερον κἀκεῖνα νοήσωμεν, τοῦ θείου λόγου καὶ τῆς εὐσεβοῦς ψυχῆς εἶναι κοινωνίαν πιστεύοντες τὴν καλουμένην περί ληψιν· καὶ τὸ εὐώνυμον δὲ καὶ δεξιὸν, ὡς ἀφ' ἡμῶν ληφθὲν, νοητέον. Ἵνα δὲ μὴ ἀθεώρητον αὐτὸ καταλί πωμεν, οὑτωσὶ νοήσωμεν. Εὐεργετεῖν οἶδε καὶ κολά ζειν ὁ Θεὸς, τοῖς ἀξίοις ἀπονέμων ἀμφότερα. Τὴν εὐεργετικὴν τοίνυν χάριν ἐπὶ τῆς δεξιᾶς νοήσαντες, τὴν δὲ κολαστικὴν ἐπὶ τῆς εὐωνύμου, ἀκούσωμεν τῆς νύμφης λεγούσης· "Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου·" τουτέστιν, Ἄνω εἰμὶ τῶν κολάσεων, οὐχ ὑπόκειμαι ταύταις, διὰ τὸ τῷ νυμφίῳ πλησιά σαι, καὶ τῆς θεραπείας αὐτοῦ φροντίσαι. "Ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με," ἀντὶ τοῦ, Ταῖς εὐεργε σίαις αὐτοῦ κατακοσμήσει με, καὶ τούτων ἐμπλήσει με, οἱονεὶ περιπτυσσόμενος καὶ περιλαμβάνων, καὶ τὴν ἐμὴν ἐπιθυμίαν πληρῶν. Τοῦτο δὲ καὶ ὁ μακά ριος Παῦλος παραδηλῶν ἔλεγεν, ὅτι "Οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα." Γένοιτο καὶ ἡμᾶς πεῖραν μὲν τῆς κολαστικῆς αὐτοῦ δυνάμεως μὴ λαβεῖν, μηδὲ γεύσασθαι τῶν ἠπειλημένων τιμωριῶν, τῶν δὲ ἐπηγγελμένων ἀπολαῦσαι δωρεῶν, χάριτι καὶ φιλ ανθρωπίᾳ τοῦ νυμφίου Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰ ώνων. Ἀμήν. ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.