1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

37

τοῦ σωτηρίου βαπτίσματος ἠξιωμένοις. Ἐκεῖναι δὲ αἱ ἀγέλαι πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς· οὐ γὰρ ἀπεικάζω σε τοῖς μετὰ τὸ σω τήριον βάπτισμα παλινδρομοῦσι πρὸς τὴν κακίαν· ἀλλὰ τοῖς τὴν δοθεῖσαν αὐτοῖς φυλάττουσι δωρεὰν, καὶ τὴν διπλῆν ἀρετὴν γεννῶσι, τήν τε ἐν θεωρίᾳ, τήν τε ἐν πράξει. Οὕτως ταῦτα τῆς νύμφης ἐπαι νέσας τὰ μόρια, ἐπὶ λοιπὰ χωρεῖ, καί φησιν· γʹ. Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. ∆ιὰ τοῦ κοκκίνου σπαρτίου ἀνα μιμνήσκει αὐτὴν τῆς τὸν τύπον αὐτῆς πληρωσάσης ἐν Παλαιᾷ ∆ιαθήκῃ Ῥαὰβ τῆς πόρνης. Καὶ γὰρ ἐκείνη τοὺς ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ κατασκόπους ἀπο σταλέντας ὑποδεξαμένη, δι' αὐτῶν τῆς αἰωνίου ζωῆς ἀξία γεγένηται· καὶ ἐκείνη δὲ σημεῖον ἔλαβε τῆς σωτηρίας τὸ σπαρτίον τὸ κόκκινον· τοῦτο διὰ τῆς θυρίδος χαλάσαι προσταχθεῖσα, ἵνα τῶν Ἰσραηλιτῶν εἰς τὴν πόλιν εἰσεληλυθότων, φανὲν τὸ σημεῖον τῶν ἀναιρούντων αὐτὴν ἀπαλλάξῃ, καὶ τὴν σωτηρίαν αὐτῇ προξενίσῃ. Τοῦτο τὸ σημεῖον ὁ νυμφίος ἐν τῷ στόματι τῆς νύμφης, οἷον ἐν τῇ θυρίδι κείμενον θεωρεῖ, καί φησιν· "Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία." Ἐδέξατο γὰρ τὴν ἀπὸ τοῦ αἵματός μου βαφὴν, καὶ προφέρει λόγους ἀλη θείας, οἷόν τινι σπαρτίῳ τοὺς ἀκροατὰς ἁλιεύοντάς 81.132 τε καὶ δεσμοῦντας· κατακηλεῖ γὰρ αὐτοὺς ἡ ὡραία σου λαλιὰ, καὶ καταθέλγει, καὶ ἀναχωρεῖν οὐκ ἐᾷ, ἀλλὰ τοῖς σοῖς χείλεσι προσεδρεύειν βιάζεται. Ἐπαι νεῖ αὐτῆς καὶ τὸ μῆλον τῆς ὄψεως· "Ὡς λέπυρον γὰρ, φησὶ, τῆς ῥοᾶς μῆλόν σου, ἐκτὸς τῆς σιωπήσεώς σου." Σημαίνει δὲ τὸ ἐξ αἰδοῦς ἐρύ θημα ἐγγινόμενον αὐτῇ· δι' ἣν καὶ εὐκαίρως σιωπᾷ, κρύπτουσα εὐκαίρως τοὺς μυστικωτέρους λόγους, ὡς λέπυρον τῆς ῥοᾶς τοὺς κόκκους. δʹ. Ὡς πύργος ∆αβὶδ ὁ τράχηλός σου, ὁ ᾠκο δομημένος εἰς Θαλφειώθ. Χίλιοι θυρεοὶ κρέ μανται ἐπ' αὐτὸν, πᾶσαι βολίδες τῶν δυνατῶν. Τὸ δὲ Θαλφειὼθ ὁ μὲν Ἀκύλας ἐπάλξεις ὠνόμασεν· ὁ δὲ Σύμμαχος, ὕψη. Καθάπερ τοίνυν, φησὶν, ὁ ὑπὸ τοῦ ∆αβὶδ οἰκοδομηθεὶς πύργος ὑπερέχει τὰς ἐπάλ ξεις, ἐφ' ὧν ᾠκοδόμηται, καὶ ὑψηλός ἐστι, καὶ περιφανὴς, οὕτως ὁ σοὶ τράχηλος ὑψηλός ἐστι, καὶ μετέωρος, τὰ ἄνω περισκοπῶν, τὰ ἄνω περιπολῶν. Οὐ γὰρ κέχηνεν εἰς γῆν τοῖς ἀλόγοις παραπλησίως, οὐδὲ εἰς γαστέρα νένευκε, τοὺς χοίρους μιμούμενος, ἀλλὰ μετάρσιός ἐστι, καὶ μετέωρος, καὶ χιλίους θυρεοὺς φέρων, καὶ πάσας τῶν δυνατῶν τὰς βολίδας. Ὁ δὲ ἀριθμὸς οὐκ ἐπὶ ῥητῆς ποσότητος, ἀλλ' ἐπὶ πλήθους τέτακται· ἔχει γὰρ ὁ τράχηλός σου, ὁ τὴν κεφαλήν σου φέρων καὶ τὸ στόμα, πάσας τὰς τῶν ἄλλων διδασκαλίας, τροπικῶς βολίδας ὀνομαζομένας, αἷς τοὺς ἐναντίους ἅπαντας καταγωνίζῃ. Ἔχει καὶ θυρεοὺς πολλοὺς, οἷς περιφράττῃ, καὶ τὰ πεπυρω μένα τοῦ πονηροῦ σβεννύεις βέλη· περίκεισαι γὰρ τὴν παντευχίαν τοῦ πνεύματος, καὶ ῥᾳδίως τιτρώ σκεις τοὺς ἀντιδιατιθεμένους, πάσας τῶν δυνατῶν τὰς βολίδας ἔχουσα· καὶ νῦν μὲν αὐτοὺς διὰ προφη τῶν, νῦν δὲ διὰ τῶν ἀποστόλων ἐλέγχουσα, καὶ γυμνοῦσα αὐτῶν τὴν ἀσθένειαν. εʹ, ζʹ. ∆ύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος, οἱ νεμόμενοι ἐν κρίνοις. Ἕως οὗ δια πνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί. Ἀκο λούθως καὶ ταῦτα τοῖς εἰρημένοις νοοῦμεν· καὶ ἴσμεν πάλιν μαστοὺς τοὺς τῆς διδασκαλίας κρουνοὺς τοὺς προσφόρως ἑκάστῃ ἡλικίᾳ προσφερομένους, καὶ τοῖς μὲν γάλα προσφέρουσι, τοῖς δὲ τὴν στερεὰν χο ρηγοῦσι τροφήν. ∆ιὰ τοῦτο καὶ νεβροῖς αὐτοὺς ἀπ εικάζει δορκάδος, τὸ ὀξυδερκὲς αὐτῶν καὶ τὸ θεωρη τικὸν θαυμάζων. Νεβροὺς δὲ λέγει δορκάδος, ἐπειδὴ, κατὰ τὸν μακάριον Παῦλον, "Ἄρτι γινώσκο μεν ἐκ μέρους, τότε καὶ ἐπιγνωσόμεθα, καθὼς καὶ ἐπεγνώσθημεν." Καὶ ἐπειδὴ νῦν ἐκ μέρους γινώ σκομεν, καὶ ἐκ μέρους προφητεύομεν, νεβροὶ δορκάδος οἱ τῆς διδασκαλίας προσαγορεύονται μαστοί· "ὅταν δὲ