1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

53

σώματος), βοῶσι· "Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος;" Ἐκ μέρους γὰρ αὐτῆς τέως ὡρᾶτο τὸ φῶς, τῷ φθαρτῷ τούτῳ συγκαλυπτόμενον σώματι· καὶ καθάπερ ὁ ὄρθρος νυκτός ἐστι καὶ ἡμέρας μεθόριον, καὶ τῆς μὲν τὴν ἀρχὴν, τῆς δὲ τὸ τέλος κηρύττει, καὶ σημαί νει τῆς ἡμέρας τὴν παρουσίαν, οὕτως κατὰ τὸν παρόντα βίον αἱ ἐν εὐσεβείᾳ καὶ πάσῃ σοφίᾳ τετε λειωμέναι ψυχαὶ, ἃς Ἐκκλησίαν καὶ νύμφην ἡ θεία προσαγορεύει Γραφὴ, βραχείας τινὰς λαμπηδόνας ἐκ τῆς οἰκείας ἀφιᾶσιν ἀρετῆς. "Ὅταν δὲ," κατὰ τὸν μακάριον Παῦλον, "τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανα σίαν," ἅπαν αὐτῶν γυμνοῦται τὸ φῶς. Καὶ τοῦτο προορῶντες οἱ τοῦ νυμφίου διάκονοι, οὐ μόνον αὐτὴν ἀπεικάζουσιν ὄρθρῳ, ἀλλὰ καὶ καλὴν λέγουσιν ὡς σελήνην ἐκλεκτὴν, καὶ ὡς ἥλιον θάμβος ἐμποιοῦντα τοῖς ἐνατενίζειν αὐτῷ τολμῶσι· προστεθείκασι δὲ ἐκλεκτὴν, οὐ μόνον τὸ διάφορον τὸ πρὸς τοὺς ἀστέρας σημαίνοντες, ἀλλὰ καὶ αὐτῆς τῆς σελήνης παραδη λοῦντες τὸ τέλειον· ἀντὶ τοῦ, ὡς σελήνη πεπληρω μένη πλησιφαὴς, οὐ μηνοειδὴς, οὐ διχότομος, οὐδὲ 81.177 ἀμφίκυρτος, ἀλλὰ τελεία πανσέληνος, οὐδὲν ἀτελὲς ἔχουσα, πάντα τὸν κύκλον πεφωτισμένον δεικνύουσα. Οὕτω τοίνυν, φησὶν, "ἐστὶ καλὴ, ὡς ἐκλεκτὴ σε λήνη." Φασὶ δὲ τὴν σελήνην οἱ περὶ ταῦτα δεινοὶ ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ὑποδεχομένην τὸ φῶς, βραχὺ μὲν λαμβάνειν φῶς, ὅταν βραχὺ μόριον αὐ τῆς βλέπῃ τὸν ἥλιον· ὅταν δὲ κατάντικρυς γενομένη ὅλον θεωρῇ τὸν ἥλιον, οἷόν τι κάτοπτρον ὅλον αὐ τοῦ τὸν δίσκον ἐκματτομένη, ὅλη φωτίζεται, καὶ οὐδὲν τοῦ σώματος μέρος ἀφώτιστον καταλείπει. Οὕτω τοίνυν καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τῶν ἐν ἀρετῇ τετελειωμένων ψυχῶν τὸ σύστημα, "ἀνακε καλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζο μένη," κατὰ τὸν μακάριον Παῦλον, "τὴν αὐτὴν εἰκό να μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·" καὶ γίνεται ὅλη φωτοειδὴς, ὡς ἐοικέναι σελήνῃ, καὶ σελήνῃ ἐκλεκτῇ, τουτέστι πε πληρωμένῃ. Οὐ μόνον δὲ σελήνῃ ἔοικεν, ἀλλὰ καὶ ἡλίῳ, καὶ ἡλίῳ θάμβος ἐμποιοῦντι τοῖς ὁρῶσιν. Οὐχ ἁπλῶς δὲ ταύτην ἡγοῦμαι κεῖσθαι τὴν λέξιν. Οὐδὲν γὰρ ὡς ἔτυχεν ὑπὸ τοῦ θείου λέγεται Πνεύ ματος. Ἀλλ' ἐπειδὴ νὺξ ὁ βίος, κατὰ τὸν μακάριον Παῦλον· "Ἡ νὺξ γὰρ, φησὶ, προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν," ἀναγκαίως ὡς ἐν νυκτὶ οἷόν τις σελήνη ἐστὶν ἡ Ἐκκλησία, τοὺς ὁδοιπόρους φωτίζουσα, καὶ τὴν εὐθεῖαν ὁδὸν ἀποδεικνύουσα. Ἔστι δὲ καὶ ὡς ὄρθρος· ἐπειδὴ οἷόν τις ὄρθρος ἐστὶν ὁ μετὰ τὴν Κυριακὴν παρουσίαν χρόνος, τὴν μέλλουσαν σημαίνων κατάστασιν οἷόν τινος ἡμέρας παρουσίαν· "Ὡς ὄρθρον γὰρ, φησὶν, ἕτοιμον εὑρήσομεν αὐτόν." Ὅταν δὲ ἡ ἡμέρα Κυρίου ἡ μεγάλη καὶ ἐπιφανὴς ἀφίκηται, κατὰ τὴν τοῦ προφήτου φωνὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος, ὅτι "Ἡ ἡμέρα ἤγγικε," τότε οὐκ ἔτι ὡς σελήνη λάμψει, ἀλλ' ὡς ἥλιος θάμβος ἐμ ποιοῦσα οὐ μόνον τοῖς ἀπίστοις ἀνθρώποις, ἀλλὰ καὶ ταῖς νεάνισι, καὶ ταῖς παλλακίσι, καὶ ταῖς βασιλίσι, καὶ αὐταῖς ταῖς ἀσωμάτοις δυνάμεσι. Καὶ μάρτυς αὐτὸς ὁ Κύριος λέγων· "Τότε ἐκλάμψουσιν οἱ δί καιοι ὡς ὁ ἥλιος." Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· "Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ." Ἐκκύπτει τοίνυν ἡ τοῦ Χριστοῦ νύμφη ὡσεὶ ὄρθρος· ἐκ μέρους γὰρ αὐτῆς ἐπὶ τοῦ παρόντος τὸ κάλλος γινώσκεται. "Καὶ καλή ἐστιν ὡς σελήνη ἐκλεκτὴ," τοῦ Κυριακοῦ πεπληρωμένη φωτὸς, καὶ ταῖς ἀκτῖσιν αὐτῆς τὴν οἰκουμένην φωτίζουσα· διὸ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγε τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου·" καὶ δεικνὺς ὁποῖον φῶς, ἐπάγει λέγων· "Οὕτως λαμ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα γνόντες τὰ καλὰ ἔργα ὑμῶν δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς." Οὐ μόνον δέ ἐστιν ἡ νύμφη 81.180 ὡς ἐκλεκτὴ σελήνη, ἀλλὰ καὶ ὡς ἥλιος ἀπαστράψει ἐν τῷ μέλλοντι βίῳ, πάντας ἐκπλήττουσα ταῖς λαμ πηδόσι.