1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

29

Πέτραν δὲ καλεῖ τὴν εὐσεβῆ πίστιν, τὴν ἀληθῆ ὁμολογίαν. Καὶ γὰρ τῷ Κυρίῳ εἰ ρηκότι πρὸς τοὺς μαθητὰς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;" ὁ μακάριος Πέτρος ἔφησε· "Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." Ὧ ἀπεκρίνατο λέγων· Ἀμὴν, ἀμὴν λέγω σοι· σὺ εἶ Πέτρος, καὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδο μήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατ ισχύσουσιν αὐτῆς." Βούλεται δὲ αὐτὴν καὶ ἔξω γενέ σθαι τοῦ παρόντος βίου. ∆ιὸ καὶ ὁ μακάριος Παῦλός φησιν Ἑβραίοις γράφων· "Ἐξερχώμεθα τοίνυν πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες." Βούλεται αὐτὴν σκοπεῖν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· "Τὰ γὰρ βλεπόμενα πρόσ καιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια." ∆ιὸ ἐχόμενα τοῦ προτειχίσματος αὐτὴν παρακαλεῖ γενέσθαι, μονονουχὶ λέγων πρὸς αὐτήν· "Νέκρωσον τὰ μέλη σου, τὰ ἐπὶ τῆς γῆς·" μελέτησον ἀσαρκίαν ἐν σώματι· ἐπίδειξαι ἀπάθειαν ἐν πάθεσιν· ἔξω γενοῦ τῆς παρούσης πό λεως, καὶ τῶν ταύτης τειχῶν. Ἐὰν γὰρ μὴ παρ' αὐτῷ γένῃ τῷ προτειχίσματι, οὐκ ἀπολαύσῃ μου τῆς κοινωνίας· ἐὰν μὴ βοήσῃς κατὰ Παῦλον, "Ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα·" οὐδεὶς γὰρ στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· Ἐὰν μὴ ἐν μεταιχμίῳ γένῃ τῶν παρόντων καὶ τῶν μελλόντων (τοῦτο γὰρ ἡγοῦμαι παραδηλοῦ σθαι διὰ τοῦ "προτειχίσματος"), ὁ γάμος ἡμῶν οὐ γενήσεται. Ἐλθοῦσαν δὲ ἐκεῖ παρακαλῶ σε, δεῖξόν μοι τὴν ὄψιν σου· καθαρὰν ἔχεις σὺ τὴν διά νοιαν· οὐδὲν γὰρ αὐτῇ τῶν βιωτικῶν φροντίδων ἐπι προσθεῖ· ἐκεῖ βούλομαι τῆς φωνῆς σου ἀκοῦσαι· καθαρὰ γὰρ ἐκεῖ καὶ αὐτὴ γενήσεται, ἀκολασίας ἁπά σης ἀπηλλαγμένη· τότε ἔσται μοι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία· τὸ γὰρ ἐμὸν ἐν σοὶ κατοπτρί ζομαι κάλλος, καὶ τοῖς ἐμοῖς λόγοις κεκοσμημένης ἐπαΐω φωνῆς. Ταῦτα πρὸς τὴν νύμφην ὁ νυμφίος εἰρηκὼς, τοῖς οἰκείοις ὑπηρέταις παρακελεύεται, λέγων. ιεʹ. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς, ἀφανί ζοντας ἀμπελῶνας. Τινὲς μὲν οὖν τῶν ἑρμηνευκό των, τὸ "μικροὺς" ταῖς ἀμπελῶσι συνῆψαν. Οὐδὲν δὲ διαφέρει, εἴτε τοῦτο, εἴτε ἐκεῖνο εἴη τὸ νόημα. Ἀλώπεκας δὲ καλεῖ τοὺς δολερὸν κεκτημένους τὸ φρόνημα, καὶ τὰς τοῦ Κυρίου λυμαινομένους Ἐκκλη σίας, τὰς ἄρτι ἀνθεῖν ἀρξαμένας. ∆ιό φησιν· "Καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν." Αἰνίττεται δὲ διὰ 81.109 τῶν ἀλωπέκων τοὺς ταῖς ἐκκλησιαστικαῖς ψυχαῖς πολεμοῦντας αἱρετικοὺς, καὶ ὑπούλως καὶ δολερῶς ὑποκλέπτειν πειρωμένους τοὺς μηδέπω παγίους τῇ πίστει γεγενημένους. Οὗτοι γὰρ τῇ πιθανότητι τῶν λόγων, καὶ ταῖς τῶν συλλογισμῶν παγίσι τε καὶ πλο καῖς, τοὺς ἁπλούστερον διακειμένους ἐξαπατῶντες λυμαίνονται ταῖς ἀμπέλοις. ∆ιὰ τοῦτο παρακελεύεται τοῖς τὸ διδασκαλικὸν εἰληφόσι χάρισμα, ἀγρεύειν τούτους καὶ θηρεύειν τοῖς τῆς ἀληθείας ἐλέγχοις, καὶ τὰς κυπριζούσας ἀμπέλους τῆς τούτων βλάβης ἐλευ θεροῦν. Τούτων ἡ νύμφη τῶν λόγων ἀκούσασα εὐθύς φησιν· ιςʹ. Ἀδελφιδοῦς μου ἐμοὶ, κἀγὼ αὐτῷ. Ὥσπερ γὰρ αὐτὸς πάντων με προετίμησεν, οὕτως αὐτὸν ἐγὼ πάντων προτίθημι, καὶ ἑτέρῳ συναφθῆναι οὐκ ἀν έχομαι. Τοὺς ἀλωπέκων προσηγορίαν ὁμοῦ καὶ κα κουργίαν περικειμένους βδελύττομαι. Ἄτοπον γὰρ ἀγαπηθεῖσαν, καὶ τοσούτων ἀξιωθεῖσαν, μὴ τοῖς ἴσοις κατὰ τὸ δυνατὸν ἀμείψασθαι τὸν ἀγαπήσαντα. Τού τοις ἔοικε τὸ ὑπὸ τοῦ μακαρίου Παύλου Κορινθίοις γραφέν· "Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυ ρίῳ, καὶ ὁ Κύριος τῷ σώματι." Τοιοῦτον πάλιν τὸ ὑπ' αὐτοῦ εἰρημένον· "Ἀλλ' ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω." Τοιοῦτόν ἐστι καὶ τό· "Χριστῷ συν εσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι στός." Τοιοῦτόν ἐστι τό· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ